
De Semine (On Semen)
Kühn 1822
ἐρωτήσω τόν λόγον ἑκάτερον ἰδίᾳ. αἱ ὁμοιότητες
ἐκ τῶν σπερμάτων, τὸ σπέρμα ἐκ μόνου τοῦ ἄῤῥενος·
οὗτος μὲν ὁ πρότερος λόγος. ὁ δ’ ἕτερος· αἱ ὁμοιότητες
ἐκ τοῦ καταμηνίου, τὸ καταμήνιον ἐκ μόνου τοῦ
θήλεος. εὔδηλον τοίνυν γέγονεν ἤδη, ἐὰν τὸ πρότερον
ἀληθὲς ὑπόθηται, ψευδὲς ἀκολουθήσει συμπέρασμα οὐδέν.
καὶ μὴν οὐδ’ ἄλλο γ’ ἂν εὕροις τρίτον· ἀλλ’ ἐκ καταμηνίου
καὶ σπέρματος ἡ τῶν ζώων ἐστὶ γένεσις, ὡς ἐντεῦθεν
μὲν οὐδὲν ἄλλο τρίτον ἡμῖν ζητητέον. ὑπολείπεται δὲ, τῶν
ὑπολοίπων λημμάτων οὐκ ἀληθὲς εἶναι τὸ ἕτερον. ἦν δὲ
τὸ μὲν ἕτερον αὐτῶν, ἐν ᾧ τὸ καταμήνιον ἐλέγετο μόνης
εἶναι τῆς μητρός· τὸ δ’ ἕτερον, ἐν ᾧ τὸ σπέρμα μόνον
τοῦ πατρὸς, ὥστ’ ἐκ τούτων πάντως ἕτερόν ἐστι ψεῦδος.
ἀλλὰ τὸ τῆς μητρὸς εἶναι μόνης τὸ καταμήνιον ἀληθές
ἐστι καὶ κατ’ αὐτοὺς ἐκείνους. ὥστε ψευδῶς λέγεται τὸ
μόνου τοῦ πατρὸς εἶναι τὸ σπέρμα. πρόδηλον δὲ, ὡς, εἴτε
σπέρμα λέγοιμεν, εἴτε γόνιμον σπέρμα, καθ’ ἑκατέρου λέξιν
ὁ λόγος περανθήσεται, πρὸς μὲν οὖν τοὺς μηδ’ ὅλως ἡγουμένους
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]