
De Semine (On Semen)
Kühn 1822
θῆλυ καὶ τῶν οὐ γόνιμον σπερμαίνειν. εἴπερ γὰρ ἐνεχώρει,
φασὶ, τὸ θῆλυ μὴ μόνον ὕλης, ἀλλὰ καὶ δυνάμεως ἀρχὴν
εἶναι, περιττὸν τὸ ἄῤῥεν. ἔνιοι δὲ καὶ τῶν ὀρνίθων ἐν
τῷδε μνημονεύουσι τῶν τὰ ὑπηνέμια καὶ ζεφύρια καλούμενα
τικτόντων ὠὰ χωρὶς τῆς πρὸς τὸ ἄῤῥεν μίξεως. ὁ μὲν
οὖν Ἐμπεδοκλῆς διεσπᾶσθαί φησι τὰ τοῦ γεννηθησομένου
μόρια, καὶ τὰ μὲν ἐν τῷ τοῦ ἄῤῥενος σπέρματι, τὰ δ’ ἐν
τῷ τῆς θηλείας περιέχεσθαι, καὶ αὐτῆς γε τῆς ἀφροδισίου
συμπλοκῆς ἐντεῦθεν γίνεσθαι τοῖς ζώοις τὴν ἐπιθυμίαν,
ὀρεγομένων ἀλλήλοις ἑνωθῆναι τῶν διεσπασμένων μορίων.
οὗτος ὁ λόγος ἐστὶν ἄτοπος, ὑποτιθέμενος μὲν πρῶτον
ἑκάστῳ τῶν μορίων ὥσπερ ζώῳ σύμφυτον ὄρεξιν ἑνώσεώς
τε καὶ μίξεως εἰς τὴν συμπλήρωσιν ὅλου τοῦ μορίου, εἶτα
οὐκ αἰσθάνεται μισγάγκειαν ποιῶν ἑκατέρων τῶν σπερμάτων,
οὐχ ὁμοιομερὲς ἀπολεῖπον, οἷόν περ καὶ φαίνεται.
ἅπαντα γὰρ ἕξει κατ’ αὐτὸν ἐν ἑαυτῷ τὸ σπέρμα, καὶ ἐκ
πάντων συγκείσεται τῶν τοῦ ζώου μορίων, ἀρτηρίας δηλονότι
καὶ φλεβὸς, καὶ νεύρου, καὶ ὀστοῦ, καὶ συνδέσμου, καὶ
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]