
De Semine (On Semen)
Kühn 1822
αὐτοῖς ὑπάρχειν, ἵν’ αὐξηθῇ. πόθεν οὖν ἕξομεν τοῦτο;
φαίνεται μὲν γὰρ οὐδὲν ἄλλο τοῖς κυουμένοις ἐπιῤῥέον
πλὴν τοῦ καταμηνίου· τοῦτο δὲ αἷμα μόνον ἐστὶν, οὐ δήπου
συγκείμενον ἐκ νεύρων καὶ φλεβῶν καὶ ἀρτηριῶν καὶ
ὀστῶν, ἁπάντων τε τῶν ἄλλων μορίων. εἰ δ’ ἀλλοιουμένου
καὶ μεταβαλλομένου τούτων τῶν μορίων ἕκαστον γίνεσθαι
φήσομεν, ἐν τῷ σπέρματι τὸν ταῦτα ἐργασόμενον
ὑποθέσθαι χρὴ τεχνίτην, ὃν ἐξ ἀρχῆς ἔχοντες ἀτόπως ὑποτιθέμεθα
διεσπασμένα μόρια. πῶς γὰρ δὴ καὶ διέσπασται;
πότερον τοῦ μὲν τῆς κεφαλῆς ὀστοῦ τὸ μέρος ἑκάτερόν
ἐστιν ἰδίᾳ περιγεγραμμένον ἐν ἑκατέρῳ τῶν σπερμάτων,
πάλιν ἑκάστου τῶν σπονδύλων, εἶτ’ αὖθις ἰδίᾳ βραχιόνων
τε καὶ πήχεων, ἑκάστου τε τῶν ἄλλων, ἢ συμπάντων
γε ὁμοῦ τῶν ὀστῶν ἀδιάπλαστόν τε καὶ συγκεχυμένην
ἔχει τὴν οὐσίαν ἑκάτερον τῶν σπερμάτων, εἶτ’ ἐξ
αὐτῆς ἄλλος τις τεχνίτης διαπλάττει μὲν τῶν ὀστῶν
ἕκαστον, εἶτ’ ἄλλος συντίθησιν, ὥσπερ ἐκ τοῦ πηλοῦ
τοὺς πλίνθους διαπλάττει μὲν ὁ πλινθουργὸς, συντίθησι
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]