
De Semine (On Semen)
Kühn 1822
καταβάλλουσιν ἑαυτοὺς ὑπὸ τῆς Ἀδραστείας νικώμενοι.
λέγομεν δ’ ἡμεῖς αὐτὸ, ἐν ᾧπερ ἀποροῦσιν, ἐν τῷ πρὸ
τούτου γράμματι λελύσθαι φθάνειν. πρῶτον μὲν γὰρ οὐδ’
ἂν ὀρεχθείη συνουσίας τὸ θῆλυ χωρὶς τοῦ σχεῖν ὄρχεις τε
καὶ σπέρμα, καὶ τοῦτο οὐκ ἐκ λόγων γε πιθανῶν, οἷς ἐκεῖνοι
χρῶνται, τοῖς ἐπιστημονικοῖς δὲ καὶ ἀποδεικτικοῖς φάσκοντες
εἶναι πιστούμεθα. μόνον δ’ ἀρκούμεθα διηγήσασθαι
τὰς κατὰ τῶν ὄρχεων ἐκτομὰς, ἃς ἐν πολλοῖς ἔθνεσιν
ἐπὶ τῶν θηλειῶν ὑῶν ποιοῦνται. φαίνονται γὰρ αὗται
μηκέτι τοῖς κάπροις ἑαυτὰς ὑποβάλλουσαι, καθάπερ ἔμπροσθεν,
ἀλλ’ ἐπιλανθανόμεναι πάσης ἀφροδισίου συμπλοκῆς.
ἑξῆς δ’ ἄν σοι δηλώσαιμι χρείαν ἑτέραν οὐ σμικρὰν τοῦ τῆς
θηλείας σπέρματος, εἰ βουληθείης ἀνατεμὼν θεάσασθαι
τὸν ἀλλαντοειδῆ καλούμενον ὑμένα τῶν σπερματικῶν ἀγγείων
ἐξημμένον, ὃν ἐκ τοῦ τῆς θηλείας σπέρματος ἐλέγομεν γεννᾶσθαι.
θεάσῃ δ’ εὐθέως ἐν ταῖς ἀνατομαῖς, ὡς οὐδὲ δυνατὸν
ἦν ἅπαντα τῆς μήτρας ὑπαλεῖψαι τὰ μόρια τῷ τοῦ
ἄῤῥενος σπέρματι. κατ’ εὐθὺ γὰρ ἐξακοντιζόμενον φέρεται
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]