
De Semine (On Semen)
Kühn 1822
ὑγρότερον μὲν οὖν τὸ θῆλυ καὶ ψυχρότερον, θερμότερον
δὲ καὶ ξηρότερον τὸ ἄῤῥεν. εὐλόγως ἄρα τὸ μὲν
ἐνδεῖ τι πρὸς τὴν τοῦ σπέρματος ἀκριβῆ κατεργασίαν, τὸ
δ’ οὐκ ἐγχωρεῖ περίττωμα σχεῖν αἱματικὸν ὑπὸ θερμότητός
τε καὶ ξηρότητος ἅπαν ἐξικμαζούσης. διὰ τοῦτο καὶ ὅσα
ἐστὶ τῶν ζώων ξηρότερα ταῖς κράσεσιν, ὥσπερ ὄρνιθές τε
πολλαὶ καὶ τῶν ἰχθύων οὐκ ὀλίγοι, τὰ ὠὰ πέφυκε γεννᾷν
ἄνευ τῆς πρὸς τὸ ἄῤῥεν ὁμιλίας. ἐνδεῖ ΄γοῦν ὅμως καὶ
τούτοις τι πρὸς τὸ τέλειον, εἰ μὴ μεταλάβοι τῆς ἐξ ἐκείνου
θερμότητος. οὐ μὴν ἀδύνατόν γε ἐπινοῆσαι τοιαύτην
κρᾶσιν ζώου σώματος, ὡς γεννῆσαι ἀτέλεον ζῶον ἄνευ τῆς
πρὸς ἕτερον ὁμιλίας· ζῶον μέντοι γε τέλεον ἐν αὑτῷ κυῆσαι
χαλεπὸν ὄντως ἐστὶ καὶ ἴσως ἀδύνατον. ἐν πολλῷ γὰρ
χρόνῳ δεῖ τρέφεσθαι τὸ τοιοῦτο κύημα· τοῦτο δ’ οὐκ ἐγχωρεῖ
γενέσθαι χωρὶς τοῦ περιττωματικὸν εἶναι τὸ θῆλυ.
περιττωματικὸν δ’ οὐκ ἂν εἴη χωρὶς τοῦ ψυχρότερόν τε
καὶ ὑγρότερον ἱκανῶς ὑπάρχειν τῇ κράσει. τοιοῦτο
δ’ ὂν, οὔτ’ ἀξιόλογον τῷ πλήθει τὸ σπέρμα γεννᾷν, οὔτε
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]