De Semine (On Semen)
Kühn 1822
ἐκ τοῦ τῆς θηλείας μόνης σπέρματος γίνεσθαι τὸν ἀλλαντοειδῆ
χιτῶνα. ἐγχωρεῖ δὲ, κᾂν ὁμοιομερὲς ᾖ τὸ σπέρμα
τοιοῦτο, οἷον ἐξ ἅπαντος ἑαυτοῦ μορίου δημιουργεῖν ἅπαντα
τοῦ ζώου μέρη. ταύτῃ γοῦν οὕτω διαφέρει· τὸ μὲν πρῶτον
ἐκπεσὸν, ἤτοι παχύτερόν ἐστι, τὸ δ’ ἐπ’ αὐτῷ κατὰ τὸν
δεύτερον ἢ τρίτον ἐξακοντισμὸν, ἤτοι λεπτότερον, ἢ ψυχρότερον,
ἢ ἀσθενέστερον, ἢ τῆς τοῦ συμφύτου πνεύματος
οὐσίας ἐλάττονος μετέχον, ὥσπερ γε τὰ ἐναντία τὸ μὲν
πρῶτον ἀτονώτερον, ἢ ψυχρὸν, ἢ πνευματῶδες ὑπάρχειν,
ἐναντίον δ’ αὐτῷ τὸ κατὰ τὴν δευτέραν, ἢ τρίτην, ἢ τετάρτην
ἔκπτωσιν, εἷθ’ οὕτως ἐν τῆ μίξει κρατεῖ, ἐν ἄλλοις
μὲν τισι μορίοις τὸ τοῦ ἄῤῥενος, ἐν ἄλλοις δὲ τὸ τῆς θηλείας.
ὅπου δ’ ἂν κρατήσῃ, τὸ μέρος ἐκεῖνο συνεξομοιοῦται
τῷ κρατοῦντι. συνυπάρχει γὰρ ἐν ἅπαντι μορίῳ τῆς
ὕλης ὁ δημιουργὸς, οὐκ ἀποκέκριται δὲ χωρὶς ἰδίᾳ μὲν τὸ
κινοῦν, ἰδίᾳ δὲ τὸ κινούμενον, ἀλλ’ ἑαυτὸ κινεῖ καὶ ῥυθμίζει
τὸ σπέρμα, καὶ δὴ καὶ αὐξάνει, καθάπερ ἔμπροσθεν
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]