De Semine (On Semen)
Kühn 1822
οὐκ ὀλίγα τῇ μητρί. βέλτιον οὖν ἴσως ἐστὶν οὐχ ἁπλῶς
ἐπικρατείᾳ τῶν σπερμάτων γίνεσθαι φάναι τὸ θῆλυ καὶ
ἄῤῥεν, ἀλλὰ κατὰ τὰ διαφέροντα μόρια. μάχεται δὲ, ὡς
εἴρηται, καὶ τοῦτο, τὸ μὴ μόνον τὰ γεννητικὰ μόρια διαλλάττειν
αὐτοῖς, ἀλλὰ καὶ τὸ σύμπαν σῶμα. δεήσει γὰρ,
οἶμαι, ζητῆσαι τὴν αἰτίαν, ἥτις ποτ’ ἐστὶ, δι’ ἣν ἄῤῥεν μὲν
ἐνίοτε τὸ παιδίον γίνεται, ὁμοιότατον δὲ τῇ μητρί. κατὰ
μὲν οὖν τὸν ἔμπροσθεν λόγον ὁμοιότητες φαίνονται διτταὶ
τοῖς ἐγγόνοις πρὸς τὰ γεινάμενα. πρώτη μὲν ἡ κατὰ τὸ τῆς
ὅλης οὐσίας εἶδος, ὅταν ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἵππος
ἐξ ἵππου γένηται, καὶ ταύτης τὸ πλέον ἡ μήτηρ φαίνεται
παρέχειν. ἑτέρα δ’ ἡ κατὰ ταῦτα τοῖς εἴδεσι διαφορὰ, ἀνθρώπου
πρὸς ἄνθρωπον, καὶ ἵππου πρὸς ἵππον, ἐν αἷς
τὸ ἐπικρατῆσαν τῶν σπερμάτων ἐδείκνυτο πλέον. ἄλλη δ’
εὕρηται νῦν ὁμοιότης τρίτη παρὰ τὰς πρόσθεν, ἢ ὡς
ἄῤῥενος πρὸς ἄῤῥεν, ἢ θήλεος πρὸς θῆλυ, περὶ ἧς πρόκειται
σκοπεῖν, ὅπως γίνεται. οὔτε γὰρ, ὅταν ἐν τοῖς
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]