
De Semine (On Semen)
Kühn 1822
γεννητικοῖς μορίοις ἐπικράτησις γίνηται, διὰ τὸ καὶ παντὶ
τῷ σώματι διαφέρειν ἄῤῥεν θήλεος, οὔτ’ ὅταν πάντη
κρατήσῃ τὸ ἕτερον σπέρμα, πολλὰ γὰρ καὶ τῶν ἀῤῥένων
ὁμοιοῦται τῇ μητρὶ, καὶ τῶν θηλειῶν τῷ πατρί. τίς
οὖν ἄλλη παρὰ ταύτας ἐστίν; ἐμοὶ μὲν δοκεῖ μία μόνη
λείπεσθαι τῇ κράσει τῶν δραστικῶν ποιοτήτων ἑπομένη,
καλεῖν δ’ οὕτως εἴωθα θερμότητα καὶ ψυχρότητα. σκεπτέον
οὖν, εἰ κατὰ τὴν τούτων ὑπάλλαξιν ἄῤῥεν καὶ θῆλυ
γίγνεσθαι δύναται. φαίνεται δὲ καὶ αὐτῶν τῶν κυουμένων
ἔτι τὸ ἄῤῥεν τοῦ θήλεος οὐ μόνον θερμότερον, ἀλλὰ
καὶ ξηρότερον εὐθέως ἐξ ἀρχῆς ὑπάρχον. οἷον αὐτίκα
τὸ μὲν ἄῤῥεν ἅπαντες, οἷς τούτων ἐμέλησεν, οὐχ Ἱπποκράτης
μόνον, ἐλάττονι χρόνῳ διαπλάττεσθαι καὶ μορφοῦσθαί
φασι, τὸ δὲ θῆλυ πλέονι. φαίνεται γὰρ οὕτως ἔν τε ταῖς
ἐκτρώσεσι καὶ ταῖς τῶν κυούντων ζώων ἀνατομαῖς. πότερον
οὖν αὐτῶν ἡγητέον ὑγρότερόν τε εἶναι καὶ ψυχρότερον; ἆρά
γε τὸ ταχέως μὲν ἑκάστου τῶν μορίων ἐμφαῖνον τὴν ἰδέαν,
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]