De Semine (On Semen)
Kühn 1822
προχειρισώμεθα δὲ θάτερον τὸ ἐν τῷ λόγῳ τῶν
γλίσχρων ὑγρῶν γεννητικὸν, ὃ καὶ τὴν οὐσίαν τοῦ σώματος
ἑτέραν ἔχειν φησὶν αὐτὸς ὁ Μαρῖνος· ἀραιότερον γὰρ εἶναι
καὶ σηραγγῶδες, ὑγρότητός τε μεστὸν, ὥσπερ σπογγιὰν διάβροχον,
οὐ μὴν ἐκ πάντων γε αὐτῶν ἐκφύεσθαι πόρους
αἰσθητούς. εἰς τοῦτό γε τὸ γένος τῶν ἀδένων φησὶ καὶ
ἀρτηρίας καὶ φλέβας ἐκφύεσθαι, καὶ τινα τῶν κατὰ μεσεντέριον
ἀγγείων εἰς τοιούτους ἀδένας τελευτᾷν. διττὸν γὰρ
καὶ τούτων εἶναι τὸ γένος τῶν ἀδένων, ὅτι καὶ τὴν χρείαν
διττὴν, πυκνοὺς μὲν καὶ ξηροὺς, ὅσοι στηρίζουσι τὰ σχιζόμενα
τῶν ἀγγείων, ἀραιοὺς δὲ καὶ ὑγροὺς, εἰς οὓς ἀγγεῖα
καταφύεται. τούτους φησὶ καὶ τὴν οἷον φλεγματώδη γεννᾷν
ὑγρότητα τὴν ὑπαλείφουσαν τὸν ἔνδον χιτῶνα τῶν ἐντέρων.
ὅτι δὲ καὶ οἱ τὸ σίελον γεννῶντες ἀδένες αἰσθητοῖς ἀγγείοις
εἰς τὸ στόμα προχέουσιν αὐτὸ, σχεδὸν οὐκέτι οὐδεὶς ἀγνοεῖ,
καὶ μὲν δὴ ὡς τὴν φάρυγγα πᾶσαν ἀδένες ὑγραίνουσι τῆς
αὐτῆς χρείας ἕνεκεν. ἐπιεικῶς γὰρ ἤδη καὶ τοῦτο τοῖς ἀνατομικοῖς
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]