
De Semine (On Semen)
Kühn 1822
ὡμολόγηται πᾶσι. Μαρῖνος δὲ καὶ ἄλλους ἀδένας
ἐπὶ τοῖς εἰρημένοις ἄλλων μορίων ὑγραντικοὺς καταλέγει, μὴ
πάνυ σαφῆ μηδὲ ἐναργῆ τὴν πίστιν ἔχοντας· διὸ παραλείπωμεν
ἐκείνους. ἀρκεῖ δέ μοι τὴν εἰς τὸ προκείμενον πίστιν
ἀπὸ τῶν ἐναργῶν λαβεῖν. εἰ γὰρ καὶ τὴν τοῦ στόματος
εὐρυχωρίαν ἀδένες ὑγραίνουσι, καὶ τὸν φάρυγγα, καὶ
τὸν στόμαχον, εἴτε σύμπαν τὸ ἔντερον, οὐδὲν δήπου θαυμαστόν
ἐστι καὶ τῷ τῆς κύστεως αὐχένι παρεσκευάσθαι
τινὰ ὁμοίαν ἐπικουρίαν, ὅπως μὴ καταξηρανθείς ποτε δυσκίνητος
γένηται. πολὺ δὲ δήπου μᾶλλον αὐτῷ τῷ αἰδοίῳ
τοῦ ἄῤῥενος εἰκός ἐστι τοιαύτην ἐπικουρίαν ὑπὸ τῆς φύσεως
παρεσκευάσθαι. δι’ ὃ καὶ τοῖς ἄῤῥεσιν ἀξιόλογοι τὸ
μέγεθός εἰσιν ἀδένες οὗτοι· κίνδυνος γὰρ ἐπ’ αὐτοῖς, ὡς
ἂν προμήκους τε καὶ γυμνοῦ τοῦ αἰδοίου τεταγμένου, ξηρανθέντος
ποτὲ διαστραφῆναι καὶ μῦσαι τὸν πόρον αὐτοῦ.
ἐπὶ δέ γε τῶν θηλειῶν ὁ τῆς μήτρας αὐχὴν οὔτε προμήκης
οὔτε γυμνὸς, ἀλλ’ ἔνδον κείμενος, ἔκ τε τῶν περιεχόντων
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]