De Semine (On Semen)
Kühn 1822
ἀλλ’ εἰ καὶ κατ’ ἄλλην τινὰ τοῦ ζώου χώραν ἀρτηρία καὶ
φλὲψ ὁμοίως ἦσαν εἱλιγμέναι, καὶ κατ’ ἐκείνην ἂν ἐφαίνετο
τοιοῦτος χυμός. εἴπερ οὖν γεννῶσι, καὶ τρέφονται
πρὸς αὐτοῦ. ἀλλ’ ἡ γένεσις τοιαύτη οὐδέν ἐστιν ὅμοιον
τῷ διαφορηθέντι, ἡ θρέψις δὲ μόρια γεννᾷ τῶν τρεφομένων
ὅμοια τῷ διαφορηθέντι. ἀλλ’ οὐκ ἐξ ἄλλης μὲν ὕλης
ἐγεννήθη μὲν τὸ ὅλον ἀγγεῖον, ἐξ ἄλλης δὲ νῦν αὐτοῦ γεννᾶται
τὰ μέρη. δῆλον οὖν ὡς, εἴπερ ἐξ ὑγρότητος τρέφεται
θορώδους, ἐκ τοιαύτης καὶ κατ’ ἀρχὴν ἐγίνετο. πρὸς Ἀριστοτέλη
μὲν αὐτάρκης ὁ λόγος. ἀναλάβωμεν δὲ, ἅπερ ἐρεῖν
ἀνεβαλλόμεθα· πρῶτον μὲν, ὡς ὀλιγάκις ὤφθη φλὲψ γεννηθεῖσα,
δεύτερον δὲ, ὅτι τῶν ἄλλων οὐδὲν ὤφθη. τὸ γὰρ
ἐπιτρεφόμενον ἀγγεῖον τῇ προϋπαρχούσῃ φλεβὶ, ταύτῃ γὰρ
δηλονότι συνεχές ἐστιν, οὐκ ἐν ἁπάσῃ τῇ φύσει τοῦ σώματος
ὕλην ἄφθονον εἰς γένεσιν ἔχει. ἂν τοίνυν οὐδὲ φθάσῃ
σὰρξ ἐν κύκλῳ περιτραφῆναι τῷ στόματι τῆς ἀποκεκομμένης
φλεβὸς, οὐδ’ αὖ ἐξ ὑγροῦ ποτε δαψιλοῦς ὕλης ἀπορήσῃ,
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]