De Semine (On Semen)
Kühn 1822
τὸ μὴ βλέπειν τὰ μέγιστα, τοῦ γε μηδ’ ὅλως ζητῆσαι, πόθεν
μὲν ἀθροίζεται τοῦ ἀλλαντοειδοῦς ὃ κατὰ τὴν κορυφήν
ἐστι. τί δ’ ἀναλίσκεται τὸ κατὰ τῆς μήτρας ἐκχεόμενον,
εἰκότως ἄν τις αὐτοῖς μέμψαιτο. δυοῖν γὰρ θάτερον,
ἢ ὑπειδόμενοι τὴν ἀπορίαν ἑκόντες ἐσιώπησαν, ἢ ὅλως
οὐδὲ ζήτημα οὐδὲν ᾠήθησαν εἶναι. τὸ μὲν δὴ σιωπᾷν
ἑκόντας οὐκ ἀγαθῶν ἀνδρῶν ἔργον ἐστί· τὸ δὲ μηδ’ ὅλως
οἰηθῆναι ζητήσεως ἄξιον ὑπάρχει νωθρῶν διάνοιαν ἀνθρώπων.
ἆρ’ οὖν ἐν τούτῳ μόνῳ διαμαρτάνουσιν, ἢ πολὺ
μᾶλλον ἐν οἷς οὐδὲν αὐτῶν; μέμνηνται μὲν γὰρ καταμηνίων,
ὕλην οἰκείαν θέμενοι τῷ κυουμένῳ, τὸ δὲ σπέρμα
δημιουργὸν αὐτοῦ, ἀνατεινόμενοί τε πολλὰ τῷ λόγῳ πρὸς
τοὺς ἀφ’ ὅλου τοῦ σώματος ἔρχεσθαι τὸ σπέρμα φάσκοντας,
καὶ δείξαντες, ὡς οὐχ ὁρῶσιν οὗτοι τόν τε κοσμήσαντα καὶ
τάξαντα τὸ παραγινόμενον, αὐτό τε φάμενοι τὴν ἐν τῷ
σπέρματι δύναμιν εἶναι τοῦτο, διαπλάττουσάν τε καὶ μορφοῦσαν
τὸ κύημα, μικρὸν ὕστερον ἐπιλαθόμενοι τούτων
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]