De Semine (On Semen)
Kühn 1822
οὐκ αἰσθάνονται τοσαύτας τῇ ὕλῃ διδόντες δυνάμεις, ἃς
ἔμπροσθεν ἐδίδοσαν τῷ δημιουργῷ. ὅτι μὲν γὰρ τοῦ διαπλάττοντος
ἔργον ἐστὶν, ὅμοιον ἢ ἀνόμοιον ἐργάσασθαι τὸ
ἔγγονον ὁποτέρῳ τῶν γεννησάντων, οὐδεὶς ἀγνοεῖ. τὰ δ’
ὁμοιούμενα παιδία τῇ μητρὶ διὰ τὴν τροφὴν ὁμοιοῦσθαί
φασι, κᾄπειτα ἐντεῦθεν ἀποτείνουσι δολιχὸν τοῦ λόγου,
δεικνύντες, ὅσαι διὰ τροφῆς ἀλλοιώσεις ἐγίγνοντο καὶ ζώοις
καὶ φυτοῖς. εἶτ’ οὐκ αἰσθάνονται μηδεμίαν ὧν λέγουσιν
ἀλλοιώσεων ἐπιδεῖξαι δυνάμενοι τὸ εἶδος ἐξαλλάττουσαν.
αὐτίκα γὰρ τὸ Περσαῖον φυτὸν εἰς Αἴγυπτον μετακομισθὲν
ἐξηλλάγη τὴν ἰδέαν, ἀλλὰ χρηστῆς ἐπιλαβόμενον
τροφῆς τὸν καρπὸν ἐδώδιμον ἔσχεν, οὐκ ὂν πρότερον
τοιοῦτο· οὔτε τὰ πρόβατα μεταστάντα ποτὲ εἰς νομὴν ἑτέραν
ταῖς ἔμπροσθεν αἰξὶν ὡμοιώθη, καθάπερ οὐδ’ αἶγες
προβάτοις ἢ ὄνοις καὶ ἵπποις. ἐν μέντοι ταῖς ἐπιμιξίαις
τῶν ἑτερογενῶν ζώων αὐτὸς Ἀθήναιος ὁμολογεῖ προσγίνεσθαί
τι τῷ κυουμένῳ παρὰ τῆς μητρὸς, οὐκ εἰς τὴν
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]