De Semine (On Semen)
Kühn 1822
τῶν ἐν τοῖς ζώοις ὀργάνων, ὑφ’ ὧν ἅπαντα διοικεῖται τὰ
μόρια, συγχωρεῖ καὶ αὐτὸς εἶναι φλέβα καὶ ἀρτηρίαν καὶ
νεῦρον. εἰ γὰρ δὴ τοῦτο συγχωρήσειεν, οἶμαι ῥᾳδίως αὐτὸν
πείσειν, ὡς ἐκ σπέρματος ἡ γένεσις αὐτοῖς ἐστιν. ἄναιμα
γάρ ἐστι ταῦτα τὰ σώματα τῶν ἀγγείων, ὡς ἔνεστιν
ἐκκενώσαντας τὸ αἷμα θεάσασθαι, καὶ τάσιν ἱκανὴν ἐπιδέχεται.
τὸ μὲν γὰρ νεῦρον οὐδὲ ἐκκενωθῆναι δεῖται, καθάπερ
ἡ ἀρτηρία καὶ ἡ φλέψ· οὐδεμία γὰρ αἰσθητὴ κοιλότης
ἐστὶν ἐν αὐτῷ. ταῦτ’ οὖν, ὦ θαυμασιώτατε, πότερον
ἐξ αἵματος, ἢ ἐκ σπέρματος ἡ φύσις σοι δοκεῖ διαπλάττειν;
ἀλλ’ ὅτι μὲν οὐκ ἐξ αὐτοῦ τοῦ αἵματος, ὥσπερ τὰς σάρκας,
εὔδηλον. οὐ γὰρ λευκός ἐστιν, οὐδὲ γλίσχρος, οὐδ’ οὕτως
παχὺς ὁ τοῦ αἵματος χυμὸς, ὥστ’ ἐπὶ τοῦ ταθῆναί τε καὶ
συριγγωθῆναι δύνασθαι συνεχὴς αὑτῷ διαμένειν. εἰ δὲ
καὶ μεταβάλλουσα πρότερον μὲν αὐτὸν ἐξ ἐρυθροῦ ἐργάζεται
λευκὸν, ἐξ ὑγροῦ δὲ παχὺν, ἐξ ἀγλίσχρου δὲ γλίσχρον,
ἐπιλέλησται δήπου τῶν συμφύτων κινήσεων ἡ φύσις,
ἃς ἀεὶ μαρτυρεῖς αὐτῇ, καὶ μάτην κάμνει τοιοῦτο
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]