De Semine (On Semen)
Kühn 1822
σπλάγχνοις τῷ κοινῷ πάντων καλύπτεται σκεπάσματι, τῷ
περιτοναίῳ καλουμένῳ. τὸ δ’ ἀπὸ τοῦδε τέτρηται τὸ περιτόναιον
ἑκατέρωθεν ἀξιολόγῳ τρήματι, καὶ πόρος ἀπ’ αὐτοῦ
γίνεται μέγιστος, εἰς τοὺς ὄρχεις καθήκων. ἐν τούτῳ τῷ
πόρῳ καὶ ἡ τῶν ἀγγείων ἕλιξ γεννᾶται, καὶ τὸ σπερματικὸν
ἀγγεῖον ἐκ τῆς ἐπιδιδυμίδος ἐκφυόμενον ἐπὶ τοὺς λαγόνας
ἀναβαίνει, ψαῦον μὲν κατὰ τὴν ἔκφυσιν τοῦ ὄρχεως,
οὐ μὴν ἐξ αὐτοῦ γε τὴν γένεσιν ἔχον. ἤδη μοι πάλιν ἄνωθεν
ἀρξάμενος καὶ προσέχων ἀκριβέστερον τὸν νοῦν τῷ
λόγῳ καθ’ ἑκάτερον πόρον οἷον αὐλόν τινα τὴν μὲν
ἀρτηρίαν ἅμα τῇ φλεβὶ καταφερομένην εὕροις ἂν, ἀναφερόμενον
δὲ τὸ σπερματικὸν ἀγγεῖον, ἐντεῦθεν δὲ πάλιν οὐκ
ἔτι ἔξωθεν τῶν τῆς ἥβης ὀστῶν, ἀλλὰ διὰ βάθους τε καὶ
ἐπ’ αὐτοῖς εἰς τὸ κάταντες φερόμενον, ἄχρις ἂν ἐπὶ τὸν τῆς
κύστεως ἐξικνῆται τράχηλον, ᾧ συνεχὲς ὑπάρχει τὸ αἰδοῖον.
ἄντικρυς οὖν δῆλόν ἐστι τῷ κατασκεψαμένῳ τὰ εἰρημένα
διὰ τῶν ἀνατομῶν, ὡς τὸ σπερματικὸν ἀγγεῖον διὰ τὸ μακρότατον
γενέσθαι τοσαύτην ὁδὸν περιέρχεται· βραχὺ γὰρ
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]