De Foetuum Formatione (On the Formation of the Foetus)
Kühn 1822
περὶ διαπλάσεως ἐμβρύων ἀληθῶς, οὐ λογικαῖς ὑπονοίαις τὴν
ἀκολουθίαν τῆς ζητήσεως ἐπιτρέψας, ἀλλ’ αἰσθηταῖς διαγνώσεσιν,
οὐδ’ οὖν οὐδὲ ταύταις ὀλίγαις, ὥσπερ ἔνιοι καθολικὰς
ἀποφάσεις ἐκ τῶν ἅπαξ ἢ δὶς ὀφθέντων ποιησάμενοι. καὶ
νῦν γοῦν τις ἰατρὸς θεασάμενος ἐκτρωθὲν ἔμβρυον ἡμερῶν
τριάκοντα καὶ δυοῖν, ἔχον ἤδη σαφῆ τὴν τῆς διαπλάσεως
ὑπογραφὴν, ὡς ἐπὶ πάντων ἐμβρύων οὕτω γιγνόμενον ἀπεφῄνατο,
μηδὲ τὰ πρὸς Ἱπποκράτους εἰρημένα, μή τί γε
δὴ τῶν ἄλλων, ὅσοι περὶ τούτων ἱστόρησαν, ἀνεγνωκώς.
οὐ γὰρ ἀποτετμημένος εἷς ὅρος ἐστὶν τοῖς ἐμβρύοις οὔτε
τῆς σαφοῦς διαπλάσεως, οὔτε τῆς κινήσεως, οὔτε τῆς ἀποκυήσεως,
ἀλλ’, ὡς Ἱπποκράτει τε γέγραπται καὶ
τοῖς ἀξιοπιστοτάτοις τοῖς μετ’ αὐτὸν, ᾧδ’ ἔχει τὸ σύμπαν.
ἑκταίαν γονὴν ἐκπεσοῦσαν ἰδὼν ὁ γράψας τὸ περὶ φύσεως
παιδίου βιβλίον, εἴτ’ αὐτὸς Ἱπποκράτης ἐστὶν εἴθ’ ὁ μαθητὴς
αὐτοῦ Πόλυβος, ἀκριβῶς τε ἅμα καὶ σαφῶς διηγήσατο
κατὰ τήνδε τὴν ῥῆσιν· Καὶ μὴν ἓξ ἡμέρας μείνασαν
Work
Title: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 652-702
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_037.xml [102 Kb]