Digital Corpus for Graeco-Arabic Studies

Galen: De Foetuum Formatione (On the Formation of the Foetus)

Kühn 1822

ἐν τῇσι μήτρῃσι γονὴν καὶ ἔξω πεσοῦσαν αὐτός τε εἶδον καὶ ὁκοίη μοι ἐφαίνετο ἐν τῇ γνώμῃ τότε, ἀπ’ ἐκείνων τὰ λοιπὰ τεκμήρια ποιέομαι. ὡς δὲ εἶδον τὴν γονὴν ἑκταίην οὖσαν, ἐγὼ διηγήσομαι. γυναικὸς οἰκέτις μουσουργὸς ἦν πολύτιμος, παρ’ ἄνδρας φοιτῶσα, ἣν οὐκ ἔδει λαβεῖν ἐν γαστρὶ, ὅκως μὴ ἀτιμοτέρη εἴη. ἠκηκόει δὲ ἡ μουσουργὸς, οἷα αἱ γυναῖκες πρὸς ἀλλήλας λέγουσιν, ὅτι, ἢν γυνὴ μέλλῃ λήψεσθαι ἐν γαστρὶ, οὐκ ἐξέρχεται ἡ γονὴ, ἀλλ’ ἐμμένει. ταῦτα ἀκούσασα ξυνῆκε, καὶ τοῦτ’ ἐφύλασσεν ἀεί. καὶ ὡς ᾔσθετο οὐκ ἐξιοῦσαν τὴν γονὴν, καὶ ἔφρασε τῇ δεσποίνῃ, καὶ ὁ λόγος ἦλθεν πρὸς ἐμέ. καὶ ἐγὼ ἀκούσας ἐκελευσάμην αὐτὴν πρὸς τὴν γῆν πηδῆσαι. καὶ ἐπεὶ ἑπτάκις ἐπεπήδητο, ἡ γονὴ κατεῤῥύη ἐπὶ τὴν γῆν, καὶ ψόφος ἐγένετο, κᾀκείνη ἐθεᾶτο καὶ ἐθαύμαζεν. ὁκοίη δ’ ἦν, ἐγὼ ἐρέω· οἷον εἴ τις ὠοῦ ὠμοῦ τὸ ἔξω λεπύριον περιέλοι, ἐν δὲ τῷ ἔνδον ὑμένι τὸ ἔσω ὑγρὸν διαφαίνοιτο. τρόπος μέν τις ἦν τοιοῦτος, ἅλις εἰπεῖν, ἦν δὲ ἐρυθρὸν καὶ στρογγύλον. ἐν δὲ τῷ ὑμένι ἐφαίνοντο ἐνεοῦσαί τινες ἶνες λευκαὶ καὶ παχεῖαι

Work

Title: Galen: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1822

Series: Claudii Galeni Opera Omnia

Volume: 4

Pages: 652-702

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_037.xml [102 Kb]