Digital Corpus for Graeco-Arabic Studies

Galen: De Foetuum Formatione (On the Formation of the Foetus)

Kühn 1822

ὑῶν, βοῶν τε καὶ ἵππων, καὶ ὄνων, φαίνεται τὸ χορίον τοῦτο συμπεφυκὸς τῇ μήτρᾳ τοῦ κυοῦντος ζώου κατὰ τὰς ἀρτηρίας τε καὶ φλέβας. ἡ δ’ ἀρχὴ τῆς γενέσεως τῶν ἀγγείων τούτων ἐστὶν ἐκ τῶν κατὰ τὰς μήτρας ἀρτηριῶν καὶ φλεβῶν, ὧν εἰς τὴν ἐντὸς χώραν τῆς μήτρας ἀνεστόμωται τὰ πέρατα, καὶ διὰ τούτων μόνων ἡ κοινωνία τοῖς κυουμένοις ἐστὶ πρὸς τὰς κυούσας. οὐδαμόθι γὰρ ἄλλοθι τέτρηται τὸ χορίον, ἀλλ’ οὐδὲ ψαύει κατά γε τὰς μήτρας, ὅτι μὴ κατὰ ταῦτα μόνα, τὸ δ’ ἄλλο κύτος αὐτοῦ τὸ μεταξὺ ταῖς μήτραις μὲν ἔνδοθεν ὑποτέταται, ψαύει δ’ αὐτῶν μόνων ἄνευ συμφύσεως. τά γε μὴν ἀγγεῖα τὰ κατ’ αὐτὸ στενοτάτας μὲν ἔχει τὰς ἀρχὰς, δι’ ὧν, ὡς ἔφην, ἥνωται τοῖς πέρασιν τῶν κατὰ τὴν μήτραν ἀγγείων, ἀποχωροῦντα δ’ αὐτῆς ἐς ταὐτὸν ἀλλήλοις ἀφικνεῖται τρόπον ὁμοιότατον ταῖς ῥίζαις τῶν φυτῶν. ὡς γὰρ ἐπ’ ἐκείνων ἐκ πολλῶν καὶ λεπτῶν περάτων ἀλλήλαις συνιόντων ἕτεραι ῥίζαι παχύτεραι γεννῶνται, κᾀκείνων αὖθις ἀλλήλαις ἑνουμένων ἕτεραι, καὶ τοῦτο γινόμενον οὐ παύεται, μέχρις ἂν ἅπασαι τελευτήσωσιν εἰς τὴν ἀρχὴν τοῦ πρέμνου, 

Work

Title: Galen: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1822

Series: Claudii Galeni Opera Omnia

Volume: 4

Pages: 652-702

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_037.xml [102 Kb]