De Foetuum Formatione (On the Formation of the Foetus)
Kühn 1822
κινήσεως σφυγμικῆς. ἐδείχθησαν γὰρ οἱ σφυγμοὶ τοῖς θερμοῖς
σώμασιν ὑπάρχοντες, οὐδὲν δ’ οὔτ’ ἄναιμον ζῶόν ἐστι
σαφῶς θερμὸν, οὔτε τῶν σαφῶς θερμῶν ἄναιμον. ἦν μὲν
οὖν καὶ χωρὶς τοῦ παρὰ τῆς καρδίας θερμοῦ σύμφυτος
ὑπάρχουσα χλιαρὰ θερμότης τῷ κατὰ τὰς φλέβας αἵματι,
καὶ διὰ τοῦτο καὶ τῷ ἥπατι· τὴν καρδίαν δ’ ἔχει τὰ ζῶα
καθάπερ τινὸς πυρὸς ἑστίαν, καὶ γὰρ καὶ χωρὶς ταύτης ἡ
θερμασία τῶν ἐναίμων ζώων παραπλησία τῇ κατὰ τοὺς
οἴκους ἐστὶν ὥρᾳ θέρους, ἀλλ’ ὥσπερ οἶκος, ἀναφθέντος
ἐν αὐτῷ πυρὸς, γίνεται θερμότερος, οὕτω καὶ τὸ σῶμα
τῶν ζώων ἐκ τῆς καρδίας ἐπικτᾶται θερμότητα πλείονα
τῆς ἐμφύτου ταῖς τε φλεψὶ καὶ τῷ ἥπατι, καὶ δηλονότι καὶ
τῷ αἵματι τῷ κατ’ αὐτά. κατὰ γὰρ τὰς ἀρτηρίας Ἐρασίστρατος
μὲν οὐδ’ ὅλως οἴεται περιέχεσθαι τὸν χυμὸν τοῦτον,
ἡμεῖς δ’ ἡγούμεθα, καθάπερ καὶ φαίνεται λεπτομερέστερον
καὶ θερμότερον ἐν αὐταῖς ὑπάρχον αἷμα· τοιοῦτον
γάρ τι κᾀν τῷ τρωθῆναι τὸ ῥέον ἐξ αὐτῶν ἐστιν. καί μοι
δοκεῖ καὶ Πλάτων ἐνδείκνυσθαι τοῦτο δι’ ὧν φησιν ἐν
Τιμαίῳ· Τὴν δὲ καρδίαν ἅμα τῶν φλεβῶν πηγὴν καὶ
Work
Title: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 652-702
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_037.xml [102 Kb]