De Foetuum Formatione (On the Formation of the Foetus)
Kühn 1822
τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος
εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν. οὐ γὰρ ἁπλῶς
εἶπεν, αἵματος αὐτὴν εἶναι πηγὴν, ἀλλὰ τοῦ περιφερομένου
κατὰ πάντα τὰ μέλη σφοδρῶς· οὐ τοιοῦτον δ’ ἐστὶ τὸ κατὰ
τὰς ἰδίως ὀνομαζομένας φλέβας, ὡς οἵ γε παλαιοὶ κοινὸν
ὄνομα τὸ τῶν φλεβῶν ἑκατέρῳ τῷ γένει τῶν ἀγγείων ἐπέφερον.
ὥσπερ δὲ τὴν καρδίαν ὑστέραν ἥπατος εὔλογον ἦν
γενέσθαι, καὶ διὰ τοῦτο τῇ τῆς κυούσης μήτρᾳ πλησιέστερον
ἐτάχθη τὸ ἧπαρ, οὕτω τὸν ἐγκέφαλον ἔτι καὶ ταύτης
ποῤῥωτέρω ταχθῆναι προσῆκον ἦν, ὡς ἂν καὶ τῆς κατασκευῆς
αὐτοῦ γενησομένης ὑστέρας, ὅτι μηδὲ χρήζει τι τὸ
κυούμενον ζῶον ἐγκεφάλου διὰ τὸ μήθ’ ὁρᾷν αὐτὸ δεῖσθαι,
μήτ’ ἀκούειν, μήτε γεύεσθαι, μήτ’ ὀσφραίνεσθαι, καθάπερ
οὐδὲ τοῖς κώλοις ἐνεργεῖν, οὐδ’ ὅλως ἑτέραν τινὰ προαιρετικὴν
ἐνέργειαν ἢ τὴν τῆς ἁφῆς αἴσθησιν ἔχειν, ἢ φαντασίαν,
ἢ λογισμὸν, ἢ μνήμην. ὕστερον οὖν ποτε
κατὰ τρίτην τύξιν χρόνου ἐγκέφαλός τε καὶ τὰ κατὰ τὸ
πρόσωπον ἅπαντα διεπλάσθη, καθ’ ὃν καιρὸν ἤδη καὶ τὰ
Work
Title: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 652-702
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_037.xml [102 Kb]