De Foetuum Formatione (On the Formation of the Foetus)
Kühn 1822
κῶλα διηρθρώθη, καὶ πᾶν εἴτι πρόσθεν εἴρηται μόριον
εἰς τελειότητα τῆς ἑαυτοῦ κατασκευῆς ἀφίκετο. πρόδηλον δ’,
ὅτι καὶ τὸ τῆς κεφαλῆς ὀστοῦν ὕστερον ἁπάντων τῶν ἄλλων
ὀστῶν ἐπάγη, καὶ διὰ τοῦτο κατὰ τὸ βρέγμα λεπτὸν
οὕτως ἐστὶ καὶ ἀσθενὲς, ὡς ἐπὶ τῶν νεογενῶν παιδίων ὁρᾶσθαι
τὴν κίνησιν τοῦ ἐγκεφάλου, μὴ μόνον ψαυόντων ἡμῶν,
ἀλλὰ καὶ βλεπόντων. καὶ τέταρτος ἤδη χρόνος οὗτος ἥκει
μετὰ τὴν πρώτην σύλληψιν, ἐν ᾧ κρατύνεται τὰ κατὰ τὴν
κίνησιν ὕστερα διαπλασθέντα μόρια. καὶ διὰ τοῦτο ταῖς
μὲν τῆς θρεπτικῆς ψυχῆς ἐνεργείαις τὰ βρέφη ῥωμαλεωτάταις
χρῆται, δευτέραις δὲ κατὰ ῥώμην ταῖς ἀπὸ τῆς καρδίας,
ἀῤῥώστοις δὲ ταῖς ἀπ’ ἐγκεφάλου, μὴ ὅτι θεῖν ἤδη
τοῖς σκέλεσιν ἢ βαδίζειν, ἀλλὰ μηδὲ στῆναι δυνάμενα, πολὺ
δὲ μᾶλλον ἢ λογίσασθαί τι τῶν συμφερόντων, ἢ μαθεῖν,
ἢ μνημονεῦσαί τινος αἰσθητοῦ παθήματος ἢ λογικοῦ μαθήματος.
ὕστερον δ’ αὐτοῖς καὶ τὸ τῆς κεφαλῆς ὀστοῦν
κρατύνεται, καὶ οἱ ὀδόντες ἐκφύονται, τριχοῦταί τε τὸ
κρανίον, ὥστε καὶ τοῖς σώμασιν ἀτελῆ τὰ γεννηθέντα καὶ
Work
Title: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 652-702
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_037.xml [102 Kb]