Digital Corpus for Graeco-Arabic Studies

Galen: De Foetuum Formatione (On the Formation of the Foetus)

Kühn 1822

ὁμοίως τοῖς ἀνατομικοῖς ἰατροῖς τὰς ἀρχὰς τῆς ἀποδείξεως πεποιῆσθαι. οἱ δέ γε ἀποφηνάμενοι, τὴν καρδίαν πρώτην διαπεπλάσθαι, μήτε φαινόμενον ἐξ ἀνατομῆς ἔχοντες εἰπεῖν, ἐξ οὗ τὴν ἀρχὴν τῆς εὑρέσεως ἐποιήσαντο, μήτε λογικήν τινα ἀπόδειξιν ἄλλην, ἑτέραν ἀφ’ ἑτέρας συνάπτουσιν ἄγνοιαν, ὑπὸ τῆς καρδίας τἄλλα γεγονέναι φάσκοντες, εἶναί τε ταύτην, ὥσπερ τῆς γενέσεως αὐτῶν, οὕτω καὶ τῆς διοικήσεως ἡγεμόνα. πρότερον μὲν οὖν, ὅτ’ οὔπω τὰ τῆς ἀνατομῆς εἰς τοσοῦτον προεληλύθει γνώσεως, εἰς ὅσον νῦν προελήλυθεν, εἰκὸς ἦν ἀπορεῖν τι περὶ τῆς ἐπιπεμπούσης ἀρχῆς διὰ τῶν νεύρων τοῖς τοῦ ζώου μορίοις αἴσθησίν τε καὶ κίνησιν. ἤδη δὲ καὶ πολλοῖς τοῖς τ’ ἀνατομικοῖς ὡμολογημένης ταύτης τῶν παθῶν τῆς ἰάσεως ἐκ πολυχρονίας τε καὶ συμφώνου πείρας ἅπασι τοῖς ἰατροῖς κεκριμένης, καὶ μηδενὸς ἔτι μήτ’ ἐπὶ τῶν ἄνευ πυρετοῦ μαινομένων, ἢ μελαγχολώντων, ἢ τὸν λογισμὸν, ἢ τὴν μνήμην ὁπωσοῦν βεβλαμμένων, ἢ μετὰ πυρετοῦ φρενιτιζόντων, ἢ ληθάργῳ κατειλημμένων, ἢ ἐπιλήπτων, ἢ ἀποπλήκτων, ἀφισταμένου

Work

Title: Galen: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1822

Series: Claudii Galeni Opera Omnia

Volume: 4

Pages: 652-702

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_037.xml [102 Kb]