Digital Corpus for Graeco-Arabic Studies

Galen: De Foetuum Formatione (On the Formation of the Foetus)

Kühn 1822

ἀρίστη τε καὶ σαφεστάτη κρίσις ἀρχῆς ἐνεργειῶν. ἐφεξῆς δ’ αὐτῆς τῶν ἐξεταζομένων σωμάτων ἡ οὐσία, πότερον ἡ αὐτὴ κατὰ πάντ’ ἐστὶ, ἢ διαφέρουσα παντοίως. ἡ μὲν γὰρ τοῦ νωτιαίου τε καὶ τῶν νεύρων ἡ αὐτὴ κατὰ πάντ’ ἐστὶ τῇ ἐγκεφάλου, καθάπερ γε καὶ ἡ τῶν περιεχόντων αὐτὰ σκεπασμάτων τῇ τῶν περιεχουσῶν μηνίγγων τὸν ἐγκέφαλον· ἡ δὲ τῶν ἀρτηριῶν οὐδὲν οὐδ’ ἐγγὺς ἔχουσα τῇ τῆς καρδίας οὐσίᾳ, καθάπερ οὐδὲ ἡ τῶν φλεβῶν τῇ τοῦ ἥπατος. ὅταν μὲν οὖν ἡ αὐτὴ φαίνηται, πρόδηλόν ἐστιν ἀποβλαστήματ’ εἶναι τὰ λεπτότερα τῶν παχυτέρων, οὐ δυνάμενα γεννηθῆναι χωρὶς ἐκείνων, ὥσπερ οὐδ’ οἱ κλάδοι χωρὶς τοῦ στελέχους. ὅταν δ’ ἄλλη μὲν ἡ τῆς φλεβὸς οὐσία φαίνηται σαφῶς, ἄλλη δ’ ἥ τε τῆς καρδίας καὶ τοῦ ἥπατος, ἄδηλόν ἐστιν, ὅσον ἐπὶ τοῖσδε τοῖς φαινομένοις, εἴτ’ ἐκ καρδίας ἡ κοίλη φλὲψ ἐκπεφυκυῖα τὴν ἔκφυσιν εἰς ἧπαρ παρέσχηκεν, εἴτ’ ἐξ ἥπατος ἔχουσα τὴν ἀρχὴν εἰς τὴν καρδίαν καταπέφυκεν, ἢ τούτων μὲν οὐδέτερον, ἄλλο δέ τι τρίτον ἐστὶ μόριον ἀρχὴ τῆς φλεβὸς ταύτης. ὥστ’ εἰκότως ἐπὶ μὲν

Work

Title: Galen: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1822

Series: Claudii Galeni Opera Omnia

Volume: 4

Pages: 652-702

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_037.xml [102 Kb]