De Foetuum Formatione (On the Formation of the Foetus)
Kühn 1822
προείρηται πρόσθεν ἡμῖν, καὶ ὅσα μετὰ τὸ τεχθῆναι, τὰ
μὲν οὐδ’ ὅλως ὄντα προσγίγνεται, τὰ δ’ ἐλλιπῆ ὄντα τελειοῦται.
μάλιστα δ’ ἄν τις θαυμάσειε τὴν πρὸς τοὺς γεννήσαντας
ὁμοιότητα τῶν ἐκγόνων, ὅπως γίγνεται· φαίνεται
γὰρ πάλιν ἡ διαπλάττουσα τὸ σῶμα ψυχὴ παρὰ τῶν γονέων
εἰς τὸ κυούμενον ἥκειν, ὡς ἐν τῷ σπέρματι περιεχομένη.
τίς μὲν οὖν αὐτῆς ἐστιν ἡ οὐσία, λέγειν οὐκ ἔχω διὰ
τὸ παρά τινων ἀκηκοέναι πεπεισμένων, ὥς φασιν, ἀσώματον
ὑπάρχουσαν τὴν ψυχὴν συνεισέρχεσθαι τῷ σπέρματι,
χρωμένην αὐτῷ πρὸς τὴν τοῦ κυηθησομένου διάπλασιν, ὡς
ὕλῃ προσηκούσῃ. καί πού τινες αὐτῶν οὐχ ὕλην, ἀλλ’ ὄργανον
ὑπάρχειν αὐτῆς τὸ σπέρμα φασὶν, ὕλην γὰρ εἶναι τὸ
τῆς μητρὸς αἷμα, λεγόντων ἑτέρων τἀναντία. δοκεῖ γὰρ
αὐτοῖς ὁ τεχνίτης αὐτὸς εἶναι τὸ σπέρμα, τισὶ μὲν ὅλον,
ἐνίοις δὲ τὸ περιεχόμενον ἐν αὐτῷ πνεῦμα. καὶ μοι
περὶ τούτων ἰδίᾳ γέγραπται κατά τι βιβλίον, ἐν ᾧ περὶ
τῶν ὑπὸ Χρυσίππου λεγομένων ἐν τοῖς περὶ ψυχῆς αὐτοῦ
γράμμασιν ἐπισκέπτομαι, καὶ προσέτι καθ’ ἕτερον, ἐν ᾧ
Work
Title: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 652-702
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_037.xml [102 Kb]