De Foetuum Formatione (On the Formation of the Foetus)
Kühn 1822
αὐτῆς, ὡς ἂν μήτε τὸ θυμοειδὲς ἐχόντων μήτε τὸ λογιστικὸν,
ἐλπίς ἐστιν εἰλικρινῆ τε καὶ ἀνόθευτον εὑρεῖν αὐτῶν
τὴν διοίκησιν. ἡ δ’ οὖν αὖθις ἀρχὴ περὶ τῆς τῶν φυτῶν
γενέσεως ἡμῖν γιγνέσθω, σπέρματος ἀναμνησθεῖσιν εἰς γῆν
συμμέτρως ὑγρὰν καὶ θερμὴν ἐμβληθέντος. ἔστω δὲ τοῦτο
δρυὸς ἤ τινος οὕτως ὑψηλοῦ φυτοῦ· ῥᾷον μὲν γὰρ
ἐν μεγάλῳ σώματι κατοψόμεθα τῆς διοικούσης αὐτὰ φύσεως
τὰς ἐνεργείας. αὐτίκα μὲν ἐκ τοῦ σπέρματος ὁρᾶται διττή
τις ἀπόφυσις γιγνομένη, κάτω μὲν εἰς τὴν γῆν ἑτέρα, πρὸς
δὲ τὸν ὑπὲρ γῆς ἀέρα παραπλησία τις ἄλλη. λεπταὶ δ’ οὖσαι
τό γε κατ’ ἀρχὰς αἱ ἀποφύσεις αἵδε τοῦ χρόνου
προϊόντος ἁδρύνονταί τε ἅμα καὶ κατὰ τὸ μῆκος ἐκτείνονται,
κᾀπειδὰν ἤδη μέγεθος ἀξιόλογον ἔχωσιν, εἰς ἀποφύσεις
σχίζονται. καὶ μέντοι τούτων αὐτῶν αὖθις εἰς ἑτέρας
ἀποφύσεις διαιρουμένων, εἶτ’ ἐκείνων εἰς ἄλλας, ἐν ἑκάστῳ
μορίῳ τοῦ χρόνου πάσας αὐτὰς ἅμα τρέφεσθαί τε καὶ
αὐξάνεσθαι συμβαίνει, καὶ δὴ καὶ καρποὺς ἐπιφύεσθαι
τοῖς πέρασιν αὐτῶν ἅπασι, τελειωθέντος τοῦ φυτοῦ.
Work
Title: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 652-702
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_037.xml [102 Kb]