De Foetuum Formatione (On the Formation of the Foetus)
Kühn 1822
διαπλάττεσθαι τὴν καρδίαν, ἀλλὰ καὶ τἄλλα διαπλάττειν αὐτὴν, οὐκ ἐξ ἀνάγκης ἑπόμενον, τοῖς δὲ τὰς ἐν τοῖς τελείοις ζώοις ἐνεργείας ὑπ’ ἐκείνης γίγνεσθαι, οὐδὲ ταὐτόν ἐστιν ἢ γενέσεως ἢ διοικήσεως ἀρχὴν εἶναί τι.
Μεταβάντες οὖν ἐπὶ τὸ μάλιστα προκείμενον ἐν τῇδε τῇ πραγματείᾳ δείξομεν αὐτοὺς μηδὲ τὰ πρὸς τῶν ἰατρῶν ἐζητημένα καλῶς ἀξιώσαντας ζητῆσαι, ἀλλ’ οἰομένους, ἐὰν εἴπωσιν, ὑπὸ τῆς φύσεως διαπλάττεσθαι τὸ κυούμενον, οὐμενοῦν εἰρηκέναι μηδὲν πλέον ὀνόματος ἅπασι συνήθους. οὐδεὶς οὖν οὕτως ἐστὶν ἐννεὸς, ὡς μὴ νοεῖν, εἶναί τινα τῆς τοῦ κυουμένου γενέσεως αἰτίαν, ἣν ὀνομάζομεν ἅπαντες φύσιν, ἀγνοοῦντες αὐτῆς τὴν οὐσίαν. ἐγὼ δ’, ὥσπερ ἔδειξα, τὴν κατασκευὴν τοῦ σώματος ἡμῶν ἄκραν ἐνδείκνυσθαι τοῦ ποιήσαντος αὐτὸ σοφίαν τε ἅμα καὶ δύναμιν, οὕτως εὔχομαι δεῖξαί μοι τοὺς φιλοσόφους τὸν διαπλάσαντα, πότερον θεός τίς ἐστι σοφὸς καὶ δυνατὸς, ὡς ἐννοῆσαι μὲν πρότερον, ὁποῖον ἑκάστου ζώου προσήκει κατασκευασθῆναι τὸ σῶμα, δεύτερον δὲ τὴν δύναμιν αὐτοῦ, καθ’ ἣν ἃ
Work
Title: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 652-702
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_037.xml [102 Kb]