An in Arteriis Natura Sanguis Contineatur (On whether Blood is Naturally Contained in the Arteries)
Kühn 1822
τῆς καρδίας αὐτὰς, διὰ δὲ τῶν χιτώνων αὐτὴν ἐπιπέμπεσθαι.
τὰ δὲ ὑπὸ Ἐρασιστράτου περὶ κινήσεως τῶν ἀρτηριῶν εἰρημένα
ψευδῆ παντελῶς ἐστιν. πρὸ γὰρ τοῦ παύσασθαι
τῆς γεγυμνωμένης ἀρτηρίας τὴν κίνησιν ἐν τοῖς μετὰ τὸν
βρόχον μέρεσιν, ὅπερ οὐκ ἐχρῆν γίγνεσθαι πρὸ τοῦ βρόχον
αὐτῇ περιβαλεῖν, ἔνεστι θεάσασθαι πᾶσαν ἑνὶ χρόνῳ κινουμένην,
οὐ τὸ μὲν αὐτῶν πρότερον μόριον, τὸ δ’ ὕστερον,
ὅπερ Ἐρασίστρατος βούλεται. καίτοι καὶ ταῦτ’ αὐτῷ δεινῶς
ἄτοπα. πρὶν μὲν γὰρ αἷμα περιέχειν αὐτὴν, ἴσως ἄν τις
οὕτως ὠκεῖαν εἶναι τὴν τοῦ πνεύματος φορὰν συνεχώρησεν,
ὡς λανθάνειν τὴν αἴσθησιν, ποῖά ποτ’ ἐστὶ μόρια τῆς ἀρτηρίας
τὰ διαστελλόμενα πρότερα· πεπληρωμένης δὲ αἵματος,
οὐκ ἐγχωρεῖ τὸ πνεῦμα τάχα οὕτως ὡς πρόσθεν ἀπὸ τῆς
καρδίας ἐπὶ τὰ πέρατα τῆς ἀρτηρίας διεξέρχεσθαι. ἀλλ’ εἰ
καὶ τοῦτο οὕτως ἔφην, ἴσως οὐ συγχωρήσειεν ἥ γε μετὰ τὸ
καταστῆναι τὸν κοῖλον κάλαμον εἰς τὴν ἀρτηρίαν τῶν κάτω
μερῶν αὐτῆς κίνησις, πρὶν περιβληθῆναι τὸν βρόχον. ἀκινησία
δὲ, περιβληθέντων, ἐναργῶς ἐνδείκνυται δύναμιν ἀπὸ
Work
Title: An in Arteriis Natura Sanguis Contineatur
English: On whether Blood is Naturally Contained in the Arteries
Original: Εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχηται
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 703-736
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_038.xml [65 Kb]