
De Optima Corporis Nostri Constitutione (The Best Constitution of our Bodies)
Kühn 1822
οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ καλῶς ἐνεργεῖν ἄριστ’ ἂν εἴη
παρεσκευασμένον εἰς δυσπάθειαν, ἥκιστα καμάτοις ἁλισκόμενον.
ὑπάρχει δ’ εὐθὺς τῷ τοιούτῳ σώματι καὶ εὐχυμότατον
τῶν ἄλλων ἁπάντων εἶναι, ὥστε καὶ λύπης, καὶ θυμοῦ,
καὶ ἀγρυπνίας, καὶ φροντίδος, ὄμβρων τε καὶ αὐχμῶν,
καὶ λοιμῶν, καὶ πάντων ἁπλῶς εἰπεῖν τῶν νοσερῶν αἰτιῶν
ῥᾷον τῶν ἄλλων ἀνέξεται σωμάτων. μάλιστα γὰρ δὴ τὰ κακόχυμα
πρὸς τῶν τοιούτων αἰτιῶν ἐξελέγχεται ῥᾳδίως, ὡς
ἂν ἤδη καὶ καθ’ ἑαυτῶν πλησίον ἡκουσῶν νόσων. οὕτω
μὲν ὑπὸ τῶν ἔξωθεν ἡμῖν προσπιπτόντων καὶ λυπούντων
τὸ σῶμα δυσαλωτότατός ἐστιν ἡ εἰρημένη διάθεσις. ὅτι
δὲ οὐδ’ ὑπὸ τῶν τῆς τροφῆς περιττωμάτων εὐάλωτος ὑπάρχει
νόσοις, ᾧδ’ ἂν μάλιστα καὶ τόδε μάθοις, εἰ λογίσαιο
μήτε πλῆθος ἐν τῇ τοιαύτῃ φύσει μήτε κακοχυμίαν οὐδεμίαν
ἢ ἀθροίζεσθαι ῥᾳδίως, ἢ ἀθροισθεῖσαν λυμαίνεσθαί
τι τοῖς ζώοις. ἥ τε γὰρ συμμετρία τῶν φυσικῶν ἐνεργειῶν
πρὸς ἀλλήλας καὶ ἡ καθ’ ἑκάστην αὐτῶν ἀρετὴ καὶ γίνεσθαι
Work
Title: De Optima Corporis Nostri Constitutione
English: The Best Constitution of our Bodies
Original: Περὶ ἀρίστης κατασκευῆς τοῦ σώματος ἡμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 737-749
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_039.xml [24 Kb]