De Optima Corporis Nostri Constitutione (The Best Constitution of our Bodies)
Kühn 1822
κωλύει τὰ περιττώματα, καὶ γεννώμενα ῥᾳδίως
ἐκκρίνει, κᾂν εἰ μείνειε δέ ποτε μέχρι πλείονος,
ἥκιστα νικᾶται πρὸς αὐτῶν. τὸ μὲν γὰρ ὑπὸ τῶν νοσερῶν
αἰτιῶν ῥᾳδίως νικᾶσθαι ταῖς ἀσθενέσι τε καὶ δυσκράτοις
φύσεσιν ὑπάρχει, τὸ δ’ ἀντέχειν ἐπὶ πλεῖστον ταῖς εὐκράτοις
καὶ ἰσχυραῖς, ὁποίαν εἶναι τὴν ἀρίστην ἔφαμεν. ἔχεις
δ’ αὐτῆς ἐν μὲν τοῖς περὶ κράσεων ὑπομνήμασιν ὡς εὐκράτου
τὰ γνωρίσματα, κατὰ δὲ τὸ ἑπτακαιδέκατον τῆς περὶ
χρείας μορίων ὡς συμμέτρως ἐχούσης τοῖς ὀργανικοῖς μορίοις,
καὶ νῦν δ’ ἂν οὐδὲν ἧττον ἐκ τῶν νῦν εἰρησομένων ἀναμνησθείης
αὐτῶν. ἐπειδὴ γὰρ οὐκ ἐστενωμένον, οὐδ’ ἁπλοῦν
ἀκριβῶς, οὐδ’ ἄτμητον πρᾶγμα τὴν ὑγείαν ἐδείξαμεν ἐν τοῖς
περὶ αὐτῆς λόγοις, ἀλλ’ εἰς ἱκανὸν πλάτος ἐκτείνεσθαι
δυναμένην, δοκεῖ μοι καλῶς ἔχειν, εἰ μέλλει χρήσιμος ὁ
λόγος ἔσεσθαι τοῖς ἐργαζομένοις τὴν τέχνην, μὴ μόνον τὸ
σπάνιον ἐν αὐτῷ σῶμα καὶ οἷον παράδειγμα τοῦ Πολυκλείτου
κανόνος ἐν τῷ λόγῳ πλάττειν, ἀλλὰ καὶ τῶν ἀπολειπομένων
μὲν αὐτοῦ κατά τι, μὴ μέντοι κατάφωρον ἤδη
Work
Title: De Optima Corporis Nostri Constitutione
English: The Best Constitution of our Bodies
Original: Περὶ ἀρίστης κατασκευῆς τοῦ σώματος ἡμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 737-749
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_039.xml [24 Kb]