
De Optima Corporis Nostri Constitutione (The Best Constitution of our Bodies)
Kühn 1822
τὸ δὲ πυκνότερον δυσπαθέστερον. ὥστε τὸ σύμμετρον
σῶμα πρὸς τοῖς ἄλλοις ἀγαθοῖς οὐδ’ ἀραιὸν ἢ πυκνὸν
ἔχομεν εἰπεῖν, ἀλλ’ ὥσπερ τῶν ἄλλων ὑπερβολῶν μέσον,
οὕτω καὶ τῶνδε πλεονεκτεῖ κατά τι τῶν ὑπερβαλλόντων
ἑκάτερον. τὸ μὲν γὰρ πυκνότερον ἧττον τοῖς ἔξωθεν αἰτίοις
εὐάλωτον, τὸ δ’ ἀραιότερον τοῖς ἔνδοθεν. ἀμφοτέροις
δὲ δυσάλωτον ἀκριβῶς μὲν οὐκ ἂν εὕροις οὐδὲν, μετρίως
δέ πως τὸ μέσον ἁπασῶν τῶν ὑπερβολῶν, ὃ δὴ καὶ
πάντων σωμάτων ὑγιεινότατον εἶναί φαμεν. οὕτω δὲ καὶ
τὸ μὲν ξηρότερον τοῦ συμμέτρου σώματος τοῖς ὑγραίνουσιν
αἰτίοις ἅπασίν ἐστι δυσαλωτότερον, τὸ δ’ ὑγρότερον τοῖς
ξηραίνουσιν. ὥσθ’, ὅπερ μοι ἐλέχθη μικρῷ πρόσθεν, οὐ
πάντα πάντων ἐστὶ δυσπαθέστατον τὸ μέσον, ἀλλ’ ἑκάστου
μὲν καθ’ ἕν τι χεῖρον, ἁπάντων δὲ αἱρετώτατον. ὅτι
δ’ οὐκ ἀναγκαῖον, ἢ μέγα τὸ τοιοῦτον, ἢ μικρὸν, ἢ μέσον
ὑπάρχειν, εἴρηται μὲν κᾀν τοῖς περὶ κράσεων, οὐδὲν δ’ ἧττον
εἰρήσεται καὶ νῦν· ὡς τὸ μὲν μέγα καὶ διὰ πλῆθος
ὕλης, τὸ δὲ σμικρὸν καὶ διὰ βραχύτητα γίνεται τοιοῦτον,
Work
Title: De Optima Corporis Nostri Constitutione
English: The Best Constitution of our Bodies
Original: Περὶ ἀρίστης κατασκευῆς τοῦ σώματος ἡμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 737-749
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_039.xml [24 Kb]