
De Optima Corporis Nostri Constitutione (The Best Constitution of our Bodies)
Kühn 1822
ὥσπερ ἀνδριὰς μέγας μὲν ἐκ χαλκοῦ πολλοῦ, μικρὸς δὲ
ἐξ ὀλίγου, σύμμετρον δ’ εἶναι τοῖς μορίοις ἑκάτερον οὐδὲν
κωλύει. καὶ δὴ καὶ σῶμα τὸ μὲν μήτ’ εἶναι πυκνὸν ἐπιδήλως,
μήτ’ ἀραιὸν, μήτε σκληρὸν, μήτε μαλακὸν, μήτε
λάσιον, μήτε ψιλὸν, εὐκρατότατόν ἐστιν, ὁπηλίκον ἦν μεγέθει·
εἰ δὲ καὶ τὰς συμμετρίας τῶν ὀργανικῶν μορίων τὰς
πρὸς ἄλληλα σώζοι, κάλλιστόν τε ἂν οὕτως ἰδέσθαι κατωρθωμένον
τελέως ἐν τῇ κατασκευῇ ὑπάρχον. τὸ δὲ μεῖζον
τοῦ δέοντος, ἢ σμικρότερον, κατὰ διττὰς αἰτίας γίνεται·
τὸ μὲν μεῖζον ἢ διὰ πλεονεξίαν ὑγρότητος, ἢ ὕλης, τὸ δ’
ἔλαττον ἢ διὰ ξηρότητα κρατοῦσαν, ἢ ὕλης ἔνδειαν. αὔξησις
μὲν γὰρ, ἔστ’ ἂν τὰ ὀστᾶ κρατυνθῇ, κρατύνεται δὲ ἐπὶ
σμικρῷ μεγέθει δι’ ὕλης ἔνδειαν ἢ ξηρότητα. ὥστε οὐχ
ἁπλῶς οὔτε τὸ μέγεθος ὑγρότητος σημεῖον οὔθ’ ἡ σμικρότης
ξηρότητος. παύεται γὰρ τῆς αὐξήσεως ἢ πρωϊαίτερον
ἢ ὀψιαίτερον ἕκαστον ἐπὶ διττῇ προφάσει. ὥστε ἀλλ’
εἰ μὲν τὸ μέγα, καὶ μαλακὸν εὐθὺς ὑπάρχει, τὸ δὲ σμικρὸν,
σκληρὸν, εἴη ἂν οὕτω τὸ μὲν ὑγρὸν, τὸ δὲ ξηρόν. ἀλλ’ εἰ
Work
Title: De Optima Corporis Nostri Constitutione
English: The Best Constitution of our Bodies
Original: Περὶ ἀρίστης κατασκευῆς τοῦ σώματος ἡμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 737-749
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_039.xml [24 Kb]