De Substantia Facultatum Naturalium (On the Substance of the Natural Powers)
Kühn 1822
συνθέσεως τῶν πρώτων σωμάτων, ἅ τινες μὲν ἄτομα, τινὲς
δὲ ἀμερῆ, τινὲς δὲ ὁμοιομερῆ φασιν εἶναι. καὶ γάρτοι καὶ
τὴν ψυχὴν ἡμῶν αὐτὴν οἱ μὲν ἀσώματόν τινα νομίζουσιν
οὐσίαν εἶναι, τινὲς δὲ πνεῦμα, καθάπερ ἄλλοι μηδὲ εἶναί
τινα ὕπαρξιν αὐτῆς ἰδίαν, ἀλλὰ τὴν ἰδιότητα τῆς τοῦ
σώματος οὐσίας, ὧν ποιεῖν πέφυκε, τούτων ἔχειν λέγεσθαι
δυνάμεις, οὐκ οὐσῶν τινων ἐκείνων ἰδίαν φύσιν ἐχουσῶν,
ἀλλὰ τῆς ἐνεργούσης οὐσίας κατ’ αὐτὴν πρὸς τὰ γινόμενα,
δι’ αὐτῆς τε καὶ ὑπ’ αὐτῆς δυνάμεις ἔχειν λεγομένης, ὧν
πέφυκε δρᾷν. ἐγὼ τοίνυν ἐν τούτοις μέσην τινὰ τάξιν
ἐμαυτὸν ἔταξα. περὶ γὰρ ἄλλων δογμάτων ἀποφαινόμενος
ἁπλῶς, τῶν μὲν, ὡς εἰδείην τὴν ἐν αὐτοῖς ἀλήθειαν, τῶν
δὲ, ὡς οὐδὲν αὐτῆς εἰδείην, ἐν οἷς ἄρτι διῆλθον, ἄχρι τοῦ
πιθανοῦ προσέρχομαι, βέλτιον μὲν εἶναι νομίζων, εἴπερ
ἐγνώκειν οὕτω περὶ αὐτῶν, ὡς ἀποφαίνεσθαι, καθάπερ ἐπ’
ἄλλων, οὐ μὴν ἀναπείθων ἐμαυτὸν, ὥσπερ ἕτεροι, βεβαίαν
ἔχειν γνῶσιν, ὧν οὐκ ἔσχον ἀπόδειξιν βεβαίαν. εἰπεῖν οὖν
Work
Title: De Substantia Facultatum Naturalium
English: On the Substance of the Natural Powers
Original: Περὶ οὐσίας τῶν φυσικῶν δυνάμεων
Domains: Mathematics
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 757-766
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_041.xml [19.5 Kb]