Digital Corpus for Graeco-Arabic Studies

Galen: De Substantia Facultatum Naturalium (On the Substance of the Natural Powers)

Kühn 1822

βούλομαι καὶ περὶ τῶν τοιούτων ἁπάντων, ὅσα τὴν μὲν γνῶσιν οὐκ ἀναγκαίαν ἔχει πρὸς ὑγίειαν σώματος ἢ τὰς τῆς ψυχῆς ἠθικὰς ἀρετὰς, ἐπεκόσμησε δ’ ἂν, εἴπερ ἐγνώσθη βεβαίως, διὰ τῶν γιγνωσκομένων ἀκριβῶς, ἀποτελούμενα κατὰ ἰατρικήν τε καὶ τὴν ἠθικὴν φιλοσοφίαν, ἣν ἐγώ φημι χρησίμην τε ἅμα καὶ δυνατὴν εἶναι πᾶσι τοῖς βουλομένοις ἀσκῆσαι· καὶ γέγραπταί μοι περὶ τούτου δύο βιβλία. νυνὶ δὲ ὅπερ ὑπεσχόμην προσάξω, τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος. ὅτι μὲν ἐκ τῆς τῶν δ’ στοιχείων κράσεως ἅπαντα τὰ παρ’ ἡμῖν σώματα γίγνεται, βεβαίως γιγνώσκειν φημί· καὶ προσέτι δι’ ὅλων αὐτῶν κεραννυμένων, οὐχ, ὡς Ἐμπεδοκλῆς ἡγεῖτο, κατὰ σμικρὰ μόρια καταθραυομένων. εἴτε δὲ τῶν σωματικῶν οὐσιῶν ὅλων δι’ ἀλλήλων ἰουσῶν, εἴτε τῶν ποιοτήτων μόνων, οὔτ’ ἀναγκαῖον εἶναί φημι γινώσκειν, οὔτε ἀποφαίνομαι. πιθανώτερον δὲ εἶναι νομίζω, κατὰ τὰς ποιότητας γίγνεσθαι τὰς κράσεις. τήν γε μὴν ψυχὴν, εἰ μὲν ἀθάνατος οὖσα ταῖς σωματικαῖς οὐσίαις κεραννυμένη τὰ ζῶα διοικεῖ, γινώσκειν βεβαίως οὐκ ἀπαγγέλλομαι, καθάπερ

Work

Title: Galen: De Substantia Facultatum Naturalium
English: On the Substance of the Natural Powers
Original: Περὶ οὐσίας τῶν φυσικῶν δυνάμεων

Domains: Mathematics

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1822

Series: Claudii Galeni Opera Omnia

Volume: 4

Pages: 757-766

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_041.xml [19.5 Kb]