De Substantia Facultatum Naturalium (On the Substance of the Natural Powers)
Kühn 1822
οὐδὲ εἰ μηδεμία καθ’ ἑαυτήν ἐστιν ἡ οὐσία ψυχῆς. ἐκεῖνο
μέντοι φαίνεταί μοι σαφῶς, ὅτι, κᾂν εἰσοικίζηται τοῖς σώμασι,
δουλεύει ταῖς φύσεσιν αὐτῶν, αἵπερ εἰσὶν, ὡς ἔφην,
ἐκ τῆς τῶν στοιχείων ποιᾶς κράσεως γιγνόμεναι. καὶ κατὰ
γε τοῦτο πρὸς τὴν ἰατρικὴν τέχνην οὐδὲν ἡγοῦμαι βλαβήσεσθαι
διὰ τὴν ἄγνοιαν τῆς καλουμένης ἐμψυχώσεώς τε
καὶ μετεμψυχώσεως. ἐπιτήδειόν τε γὰρ εἶναι τὸ σῶμα χρὴ
τὸ δεξόμενον τὴν ψυχὴν, ἀλλοιωθέντος τε αὐτοῦ μεγάλην
ἀλλοίωσιν ἐν τῇ κράσει παραχρῆμα τὴν ψυχὴν ἐξιέναι, ψυχομένου
μέντοι σφοδρῶς ἐν ταῖς κενώσεσι τοῦ αἵματος, καὶ
ἐν ταῖς πόσεσι τῶν ψυχόντων φαρμάκων, ὅταν τε σφοδρῶς
ᾖ τὸ περιέχον ψυχρὸν, ἀμέτρως τε θερμαινομένου κατά τε
τοὺς πυρετοὺς καὶ τὰς εἰσπνοὰς τῆς φλογὸς, ἢ τῶν ὑπερθερμαινόντων
φαρμάκων πόσεις. οὐ μόνον δὲ οὕτως ἀλλοιωθείσης
τῆς κράσεως τοῦ σώματος τὴν ψυχὴν ὁρῶμεν
αὐτοῦ χωριζομένην, ἀλλὰ κᾀπειδὰν τῆς ἀναπνοῆς στερηθείη
πάντως, κᾀνταῦθά τινος γινομένης ἀλλοιώσεως κατὰ τὸ σῶμα.
τηρουμένης οὖν τῆς φυσικῆς εὐκρασίας ἐν τῷ σώματι, τὴν
Work
Title: De Substantia Facultatum Naturalium
English: On the Substance of the Natural Powers
Original: Περὶ οὐσίας τῶν φυσικῶν δυνάμεων
Domains: Mathematics
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 757-766
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_041.xml [19.5 Kb]