De Usu Partium I-XI (On the Utility of the Parts I-XI)
Kühn 1822
χώραν τὴν ἐντὸς τοῦ πήχεως ἅπασαν καταλαμβάνων. ὁ δ’
ἐπικείμενός τε καὶ συμφυὴς αὐτῷ τοῖς τέτταρσι δακτύλοις
ἀποστέλλει τένοντας, οὓς εἰς τὸ δεύτερον ἄρθρον ἐλέγομεν
ἐμφύεσθαι. τρίτος ἐπὶ τούτοις κατὰ τὸ μῆκος τῆς ὅλης
χειρὸς ὁμοίως τοῖς προειρημένοις πεφυκὼς, ὑπ’ αὐτῷ τῷ
δέρματι κείμενος, εἰς πᾶν διασπείρεται τὸ τῆς ἄκρας χειρὸς
ἔνδοθεν δέρμα. οὗτοι μὲν οὖν οἱ τρεῖς τὴν μέσην χώραν
ἐπέχουσιν· οἱ λοιποὶ δὲ δύο τούτων ἑκατέρωθεν, οἱ μικροὶ
μύες. οἱ δ’ αὐτοὶ κάμπτουσι τὸν καρπὸν, ὁ μὲν κατὰ τὸν
μικρὸν, ὁ δὲ κατὰ τὸν μέγαν ἐμφυόμενος δάκτυλον. τῶν
δ’ ἔξωθεν τοῦ πήχεως ὁ μὲν ἐκτείνων τοὺς τέτταρας
δακτύλους ἐπιπολῆς ὑπ’ αὐτῷ τῷ δέρματι τέτακται, τὴν
δὲ μέσην μάλιστα παντὸς τοῦ κώλου χώραν κατειληφώς·
ἕτεροι δ’ ἐπ’ αὐτῷ τῆς μέσης χώρας ἀποχωροῦντές τε καὶ λοξούμενοι,
τοῖς τρισὶ μὲν τοῖς μείζοσι δακτύλοις οἱ δύο, τοῖς δ’
ὑπολοίποις δύο τοῖς ἐλάττοσιν ὁ λοιπὸς ἀποφύσεις πέμπει. τῶν
δὲ καταλοίπων τριῶν ὁ μὲν ἐπὶ τοῦ πήχεως ἐκτείνειν ἐλέχθη
τὸν καρπὸν ἁπλῷ τένοντι· οἱ δ’ ἐπὶ τῆς κερκίδος, ὁ μὲν
Work
Title: De Usu Partium I-XI
English: On the Utility of the Parts I-XI
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων I-XI
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 3
Pages: 1-939
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-1.xml [1.8 Mb]