De Usu Partium I-XI (On the Utility of the Parts I-XI)
Kühn 1822
κεφαλῆς μέντοι κομώσης ἐδεῖτο καὶ σκέπης ἕνεκα καὶ
κόσμου, καὶ τοῦτ’ αὐταῖς ἤδη κοινὸν πρὸς τοὺς ἄνδρας.
ἀλλὰ μὴν καὶ δι’ ἄλλην τινὰ χρείαν ἀναγκαίαν αἵ τε τῶν
γενείων τρίχες εἰσὶν ἡμῖν, αἵ τε τῆς κεφαλῆς. ἐπειδὴ γὰρ
ἡ ἐκ τῶν χυμῶν ἀναθυμίασις ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται,
μάλιστα τοῖς παχυτέροις αὐτῆς περιττώμασιν εἰς τροφὴν
τῶν τριχῶν ἡ φύσις καταχρῆται. ἐπεὶ δ’ ἀνδράσιν, εἰς ὅσον
θερμότεροι γυναικῶν, εἰς τοσοῦτον καὶ ταυτὶ τὰ περιττώματα
πλείω, διττὴν καὶ τούτοις κένωσιν ἐξεῦρεν ἡ φύσις,
τήν τε ἐκ τῶν τῆς κεφαλῆς τριχῶν καὶ τὴν ἐκ τῶν κατὰ τὰ
γένεια. περὶ τούτων μὲν οὖν ἱκανὰ καὶ τὰ τοσαῦτα. διὰ τί
δὲ καὶ τὸ μέτωπον οὐκ ἔχει τρίχας, ὥσπερ καὶ ἡ ὅλη κεφαλὴ,
καὶ διὰ τί κατὰ προαίρεσιν τοῦ ζώου μόνον τοὐνταῦθα
κινεῖται δέρμα, λέγειν ἂν ἑπόμενον εἴη. σκέπεται
μὲν δήπου καὶ τοῦθ’ ὑπὸ τῶν τριχῶν τῆς κεφαλῆς, εἰς
ὅσον βουλόμεθα, ὥστε ταύτῃ γε οὐδὲν ἔδει τριχῶν οἰκείων
αὐτῷ· συνεχῶς δ’ ἂν, οἶμαι, κουρᾶς ἐδεόμεθα, καὶ τούτου
φύσαντος τρίχας, ὡς ἂν ἐπικειμένου τοῖς ὀφθαλμοῖς.
Work
Title: De Usu Partium I-XI
English: On the Utility of the Parts I-XI
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων I-XI
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 3
Pages: 1-939
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-1.xml [1.8 Mb]