De Usu Partium I-XI (On the Utility of the Parts I-XI)
Kühn 1822
καὶ τοῖς ἔνδον τῶν χειρῶν, καὶ τοῖς κάτω τῶν ποδῶν. ἀλλ’
οὐ χαλαρὸν ἐκείνων οὐδέτερον, ὥσπερ τὸ κατὰ τὸ μέτωπον,
οὐδ’ αἰσθητὴν κίνησιν ἔχον, ὡς ἂν μηδὲ τῆς αὐτῆς ἕνεκα
χρείας ἀπεργασθὲν τοιοῦτον. ἐνταυθοῖ δ’ εἰ μὴ χαλαρὸν ἦν,
οὐκ ἂν οἷόν τε ἦν κινεῖσθαι κατὰ προαίρεσιν. ὅπως οὖν τοῦτο
αὐτῷ ὑπάρχει, ἤδη φράσω. τῇ μὲν ὑποκειμένῃ φύσει
μυώδει κατὰ πᾶν ἥνωται, καὶ μέρος αὐτῆς ἐστι τὸ ἐπιπολῆς,
ἀπολέλυται μέντοι τῶν ὑποκειμένων ὀστῶν, ὑπὸ τοῦ περιοστίου
διαφραττόμενον ὑμένος, ὃς καὶ αὐτὸς ὁλοχάλαρος ἐπιβέβληται
τοῖς ὀστοῖς, οὐδενὸς ὑμένος αὐτοῖς συμφυομένου,
ἀλλὰ διὰ λεπτῶν τινων ἰνῶν προσαρτωμένου. οὔκουν ἀλλαχόθι
τοιαύτη φύσις ἐγένετο δέρματος, ὅτι μηδὲ χρεία. κατὰ
δέ γε τῶν μήλων τοῖς πρὸς τοῖς ὀφθαλμοῖς μέρεσι μυῶν
μὲν οὐκ ἂν εὕροις ὑποβεβλημένην οὐσίαν, ἀλλ’ ὁμοίως τῷ
παντὶ δέρματι χαλαρὸν ἔτι τὸν περιόστιον περιτεταμένον
ὑμένα. τῷ δὲ τό τε κάτωθεν αὐτοῦ μέρος ταῖς γνάθοις εἶναι
συμφυές, τό τε ἄνωθεν ἡνῶσθαι τῇ κατὰ τὸ μέτωπον ὑποβεβλημένῃ
Work
Title: De Usu Partium I-XI
English: On the Utility of the Parts I-XI
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων I-XI
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 3
Pages: 1-939
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-1.xml [1.8 Mb]