De Usu Partium I-XI (On the Utility of the Parts I-XI)
Kühn 1822
καταφύσασα δ’ εἰς τὴν κερκίδα· τὸν δ’ ἕτερον, ἐπειδὴ μήτ’
ἐν ταύτῃ τῇ χώρᾳ δυνατὸν ἦν καταθεῖναι, ἀγαπητῶς ὑποδεξαμένη
κᾂν τὸν ἕνα, μήτε ἄλλην τινὰ εἶχε σχολάζουσαν,
ἐπέθηκεν ἄνωθεν αὐτῇ τῇ κερκίδι, μακρότερον ἐργασαμένη
τῶν περὶ τὸ κῶλον τοῦτο συμπάντων μυῶν. ἀνήκει γοῦν
αὐτοῦ τὸ ἄνω πέρας ἐπὶ τὸ τοῦ βραχίονος ἐκτὸς, αἰωρούμενον
μὲν ἄχρι τινὸς ἐπὶ τῶν ταύτῃ μυῶν, ἐγκαταβαῖνον
δ’ αὐτοῖς, ἵνα λεπτότατον ἑαυτοῦ γίγνεται. τοῦτο μὲν οὖν
αὐτοῦ τὸ πέρας οἷον κεφαλή τίς ἐστι. τὸ δ’ ἕτερον τὸ
κάτω, δι’ οὗ κινεῖ τὴν κερκίδα, τελευτῆσαν εἰς ὑμενώδη
τένοντα, καταφύεται τοῖς ἔνδον αὐτῆς μέρεσι πλησίον τῆς
κατὰ τὸν καρπὸν διαρθρώσεως. ἐσφαλμένοι δέ εἰσι μεγάλως
καὶ περὶ τὴν τοῦδε τοῦ μυὸς ἐξήγησιν οἱ πρὸ ἡμῶν
ἀνατομικοὶ διὰ πολλὰς αἰτίας, ἃς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι
λέγομεν. ἀλλ’ ὅ γε νῦν λόγος αὐτάρκως ἐπιδεδειχέναι
μοι δοκεῖ καὶ τὴν περὶ τοῦδε τοῦ μυὸς ἀκριβῆ
τέχνην τῆς φύσεως, κατακρυψάσης μὲν ἐν βάθει τοὺς ἔνδον
Work
Title: De Usu Partium I-XI
English: On the Utility of the Parts I-XI
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων I-XI
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 3
Pages: 1-939
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-1.xml [1.8 Mb]