De Usu Partium I-XI (On the Utility of the Parts I-XI)
Kühn 1822
ἐπὶ τελευτῶντι τῷ προτέρῳ κώλῳ μεγίστην ἐξ ἀνάγκης
ἔμελλε τῶν καθ’ ἑαυτὸν ἁπασῶν τήν τε διάρθρωσιν καὶ
τὴν κίνησιν ἕξειν. διὰ ταῦτα μὲν δὴ μέσος ἐτάχθη κνήμης
τε καὶ πτέρνης ὁ ἀστράγαλος. ἀλλ’ ἐπεὶ τούτῳ γε πάντως
συνταχθῆναι τὴν πτέρνην ἐχρῆν, εὐλαβουμένη πάλιν ἡ φύσις,
μή τινος ἀπολαύουσα διὰ τὴν γειτνίασιν αὐτοῦ σφοδροτέρας
κινήσεως εἰς τὴν τῆς ἕδρας ἀσφάλειαν παραβλάπτοιτο;
πρῶτον μὲν, ὡς ἤδη προείρηται, δύο τινὰς ἀποφύσεις
αὐτοῦ κατέπηξεν εἰς τὰς ἐκείνης κοιλότητας, ἔπειτα
δὲ παμπόλλοις συνδέσμοις σκληροῖς καὶ χονδρώδεσι, τοῖς
μὲν πλατέσι, τοῖς δὲ στρογγύλοις, συνῆψεν, οὐκ ἀστραγάλῳ
μόνον αὐτὴν, ἀλλὰ καὶ τοῖς ἄλλοις τοῖς παρακειμένοις
ὀστοῖς ἅπασι τοῖς πανταχόθεν, ὡς οἷόν τ’ ἦν, ἐναρμόζουσα,
τοῦ φυλάττειν ἕνεκα τὴν πρέπουσαν ἕδραν. πονήσειν δὲ
αὐτὴν ἐν ἅπασι τούτοις εἰδυῖα, σκληρὰν μὲν ἐσχάτως καὶ
τὴν ἰδίαν οὐσίαν αὐτῆς ἀπειργάσατο, σκληρὸν δὲ καὶ τὸ
κάτωθεν ὑπέτεινε δέρμα, προμαλάττειν τε καὶ προεκλύειν
ἐπιτηδειότατον ἐσόμενον πάντων τῶν βιαίων τε καὶ σκληρῶν
Work
Title: De Usu Partium I-XI
English: On the Utility of the Parts I-XI
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων I-XI
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 3
Pages: 1-939
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-1.xml [1.8 Mb]