De Usu Partium I-XI (On the Utility of the Parts I-XI)
Kühn 1822
καὶ δέδεικται τῶν μορίων ἑκάστῳ τοῦ σώματος ἑλκτικὴ
ποιότητος οἰκείας ὑπάρχειν δύναμις· καὶ οὕτω μὲν οἱ χοληδόχοι
πόροι τὴν χολὴν, οὕτω δὲ καὶ οἱ νεφροὶ τὸ οὖρον
ἐπισπῶνται. οὔκουν διακρίσεως ἕνεκεν ἡ φύσις ἐποίησε τὴν
τοσαύτην πλοκὴν τῶν κατὰ τὸ ἧπαρ ἀγγείων, ἀλλ’ ὑπὲρ
τοῦ χρονίζουσαν ἐν τῷ σπλάγχνῳ τὴν τροφὴν αἱματοῦσθαι
τελέως. εἰ γὰρ, ὡς ἐπὶ τῆς καρδίας, μίαν εἰργάσατο μεγάλην
κοιλίαν, οἷον δεξαμενήν τινα, κᾄπειτ’ εἰς αὐτὴν διὰ
μιᾶς μὲν φλεβὸς εἰσῆγε τὸ αἷμα, δι’ ἑτέρας δ’ ἐξῆγεν,
οὐκ ἂν ἀκαρῆ χρόνον κατὰ τὸ ἧπαρ ἔμενεν ὁ ἐκ τῆς γαστρὸς
ἀναφερόμενος χυμὸς, ἀλλὰ διεξήρχετ’ ἂν ἑτοίμως δι’
ὅλου τοῦ σπλάγχνου τῇ τῆς ἀναδόσεως ῥύμῃ φερόμενος.
ἕνεκα δὲ τοῦ μένειν ἐπὶ πλέον καὶ ἀλλοιοῦσθαι τὴν τροφὴν
τελέως αἱ τῶν διεξόδων στενότητες ἐγένοντο, ὥσπερ ἐπὶ
μὲν τῆς γαστρὸς ὁ πυλωρὸς, ἐπὶ δὲ τῶν ἐντέρων αἱ ἕλικες.
οὕτω δὲ καὶ οἱ πρὸ τῶν ὄρχεων ἑλιττόμεναι πολυειδῶς ἀρτηρίαι
καὶ φλέβες ἐγένοντο, καὶ τὸ κατὰ τὴν κεφαλὴν ὑπό
τῇ σκληρᾷ μήνιγγι πλέγμα τῶν ἀρτηριῶν, τὸ δικτυοειδὲς
Work
Title: De Usu Partium I-XI
English: On the Utility of the Parts I-XI
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων I-XI
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 3
Pages: 1-939
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-1.xml [1.8 Mb]