De Usu Partium I-XI (On the Utility of the Parts I-XI)
Kühn 1822
ἑτέρους δὲ τῷ σπλάγχνῳ καλῶς εἶχεν. ἀλλὰ σκληρὸν
ἕνα καὶ παχὺν, ἀμφίεσμά τε ἅμα τῆς κοίλης φλεβὸς καὶ
κοινὸν σύνδεσμον πρὸς τὸ διάφραγμα, τῇ τε φλεβὶ καὶ
παντὶ τῷ σπλάγχνῳ ποιήσασθαι βέλτιον ἦν. ἐπίκαιρον οὖν
ἱκανῶς ἔμελλεν ἔσεσθαι τουτὶ τὸ χωρίον, καὶ ἡ βλάβη τῆς
ἐνθάδε φλεβὸς ἁπάσαις διαφέρειν ταῖς κατὰ τὸ ζῶον
φλεψίν, ὡς εἰ καὶ πρέμνον ποτὲ δένδρου πάθοι. τρωθείσης
γὰρ τῆσδε τῆς φλεβὸς, ἢ ἀποσπασθείσης, οὕτως ὀξὺς ἕπεται
θάνατος, ὥστε, καίτοι πολλαπλασίῳ τὸ μέγεθος ὄντι τῷ
Κύκλωπι, τὸν σοφώτατον Ὀδυσσέα γράφων ὁ ποιητὴς, ἐπιχειροῦντά
τε καὶ σφάττειν διανοούμενον, οὐκ εἰς ἄλλο τι
μέρος τοῦ σώματος ὠθεῖν μέλλοντα τὸ ξίφος ἐποίησεν, ἀλλ’
ἵνα τε φρένες ἧπαρ ἔχουσι· κᾂν ἔπραξε, φησὶν, οὕτως, εἴ
περ ἤλπισεν, ἀποθανόντος αὐτοῦ, καὶ χερσὶν ἀπώσασθαι
λίθον ὄμβριμον, ὃν προσέθηκεν. οὕτως ἄρα πάνυ σφόδρα
τῷ χωρίῳ τούτῳ κατεπίστευσεν, ὡς οὐδ’ ἐπ’ ὀλίγον χρόνον,
εἰ τρωθείη, ζῇν ἐπιτρέψοντι. τοῦ δὲ δὴ δεσμοῦ τοῦ μεγάλου
καὶ σκληροῦ, τοῦ τὴν κοίλην φλέβα περιέχοντος,
Work
Title: De Usu Partium I-XI
English: On the Utility of the Parts I-XI
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων I-XI
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 3
Pages: 1-939
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-1.xml [1.8 Mb]