De Usu Partium I-XI (On the Utility of the Parts I-XI)
Kühn 1822
ἐμπόδιον. οὕτω δὲ καὶ τὸ καθ’ ὕδατος ἀδυνατεῖν διαδύεσθαι
φόβῳ πνίξεως. τὸ δὲ μὴ διαδραμεῖν ποτε χωρὶς
εἰσπνοῆς οἷόν τ’ εἶναι διὰ καπνὸν, ἢ κονιορτὸν, ἤ τινα
μοχθηρὰν ἀέρος καὶ φαρμακώδη ποιότητα, σήψεσί τισι
ζώων ἢ ἄλλαις προφάσεσι μιανθέντος, τὴν ζωὴν ἂν αὐτὴν
ἔβλαπτεν ἐν τάχει, καὶ τελέως τὸ ζῶον διέφθειρεν. ἐπεὶ
δ’ οὔτ’ ἐκ τῆς φάρυγγος, οὔτ’ ἔξωθεν εὐθὺς, ἀλλ’ ἐκ τοῦ
πνεύμονός τε καὶ εἰς τὸν πνεύμονα τὴν θ’ ὁλκὴν τοῦ
πνεύματος ἡ καρδία καὶ αὖθις τὴν ἔκπεμψιν ποιεῖται,
δυνατὸν ἡμῖν ἐγένετο, πολλάκις μὲν ἄχρι πλείστου χρῆσθαι
τῇ φωνῇ, πολλάκις δ’ ἀπνευστὶ παντάπασιν ἔχειν, εἰς μηδὲν
τῆς καρδίας ἐμποδιζομένης. εἰ δὲ διὰ τῆς φάρυγγος
εὐθὺς ἔξωθεν εἷλκεν αὐτὴ καὶ αὖθις εἰς τοὐκτὸς ἀπέχει
τὸ πνεῦμα, δυοῖν θάτερον ἀναγκαῖον ἂν ἡμῖν ἐγίγνετο πάσχειν,
ἢ ἀκαίρως εἰσπνεῖν ἀέρα μοχθηρὸν, ἢ μηδὲν ὅλως
εἰσπνέουσι πνίγεσθαι παραχρῆμα. διὰ ταῦτα μὲν οὖν ἡ
φύσις οὐκ αὐτὴν μόνην τὴν καρδίαν ἀναπνευστικὸν ἐποίησεν
ὄργανον, ἀλλ’ ἔξωθεν αὐτῇ περιέθηκε πνεύμονα καὶ
Work
Title: De Usu Partium I-XI
English: On the Utility of the Parts I-XI
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων I-XI
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 3
Pages: 1-939
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-1.xml [1.8 Mb]