De Usu Partium I-XI (On the Utility of the Parts I-XI)
Kühn 1822
ῥᾳδίως δὲ τὰς φλέβας. ἀλλὰ καὶ περὶ τῶν ὑμένων τῶν καθ’
ἕκαστον στόμα τῆς καρδίας ἐπιπεφυκότων ἐδείχθη, τῶν μὲν
ἔσωθεν ἔξω φερομένων, ὡς ὑπὲρ τοῦ μὴ παλινδρομεῖν
τὰς ὕλας ἐγένοντο, τῶν δ’ ἔξωθεν ἔσω, καὶ τοῦτο μὲν,
ἀλλὰ καὶ ὡς ὁλκῆς εἰσιν ὄργανα. δοκεῖ δὴ ταῦτα πάντα
καλῶς ἐπὶ τῶν τελέων ζώων γεγονότα κακῶς ἔχειν
ἐπὶ τῶν ἔτι κυουμένων. ὥστε καὶ ἀντιλέγοντες ἡμῖν οἱ μηδὲν
τὴν φύσιν ὑπολαμβάνοντες ἐργάσασθαι τεχνικῶς ἕν
τι καὶ τοῦτο προχειρίζονται τῷ λόγῳ τελέως, ὡς οἴονται
καταβάλλειν ἡμῶν τὴν δόξαν. ἐπὶ γάρ τοι τῶν ἐμβρύων φασὶν
οὐκ ἐκ τοῦ πνεύμονος εἰς τὴν καρδίαν, ἀλλ’ ἐξ ἐκείνης
εἰς τὸν πνεύμονα φέρεσθαι τὸ πνεῦμα. μηδέπω γὰρ ἀναπνέοντος
τοῦ ζώου διὰ στόματος, ἀλλ’ ἔτι παρὰ τῆς μήτρας,
ὥσπερ τῆς τροφῆς, οὕτω καὶ τοῦ πνεύματος χορηγουμένου
διὰ τῶν κατὰ τὸν ὀμφαλὸν ἀγγείων, οὔτ’ εἰς τὴν μεγάλην
ἀρτηρίαν τὴν παρὰ ῥάχιν ἐκ τῆς καρδίας, ἀλλ’ ἐξ
ἐκείνης εἰς τὴν καρδίαν εἰκὸς ἔρχεσθαι τὸ πνεῦμα, τῷ τε
πνεύμονι καὶ αὐτῷ παρὰ τῆς καρδίας εἶναι τὴν χορηγίαν,
Work
Title: De Usu Partium I-XI
English: On the Utility of the Parts I-XI
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων I-XI
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 3
Pages: 1-939
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-1.xml [1.8 Mb]