De Usu Partium I-XI (On the Utility of the Parts I-XI)
Kühn 1822
καὶ ὠνομάσθαι φασὶν οὕτως αὐτό· τὸ δ’ ἐν ἄκραις ταῖς
χερσὶν ἔνδον, ὑπὲρ ὧν νῦν ὁ λόγος, ὡσαύτως δὲ καὶ τὸ
κάτω τῶν ποδῶν, ἔτι δὲ καὶ τὸ κατὰ μέτωπόν τε καὶ ὀλίγου
δεῖν ἅπαν τὸ πρόσωπον, ἄλλα τέ τινα τῶν κατὰ τὸ
ζῶον οὐκ ἔστιν ἀποδεῖραι διὰ τὴν τῶν τενόντων καὶ μυῶν
εἰς αὐτὰ κατάφυσιν. ὅπως μὲν οὖν εἰς ἕκαστον αὐτῶν καταφύονται
καὶ ἧστινος ἕνεκα χρείας, ἐν τοῖς ἰδίοις ὑπὲρ
ἑκάστου μορίου λόγοις εἰρήσεται. ἐν δ’ οὖν τῷ καθόλου
χρὴ τοῦτο γινώσκειν, ὡς ἤτοι τοῦ μεταδοῦναι χάριν αἰσθήσεως
ἀκριβεστέρας ἢ κινήσεως τῆς καθ’ ὁρμὴν, ἢ δυσπερίτρεπτον
ἢ σκληρὸν ἢ ἄτριχον ἐργάσασθαι τὸ δέρμα
καταφύονταί τινες εἰς αὐτὸ τένοντες. ἔπρεπε δὲ, οἶμαι, ταῖς
χερσὶν, ἀντιληπτικοῖς ὑπαρχούσαις ὀργάνοις, καὶ δυσπερίτρεπτον
ἔχειν αὐτὸ πρὸς ἄλλα τινὰ, καὶ μάλιστα πρὸς τὴν
τῶν μικρῶν σωμάτων ἀκριβῆ θ’ ἅμα καὶ ἀσφαλῆ λαβὴν,
καὶ μέντοι καὶ αἰσθητικώτερον παντὸς τοῦ ἄλλου δέρματος.
οὐ γὰρ ἕτερον μὲν ἐχρῆν εἶναι τὸ ἀντιληπτικὸν, ἕτερον δὲ
Work
Title: De Usu Partium I-XI
English: On the Utility of the Parts I-XI
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων I-XI
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 3
Pages: 1-939
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-1.xml [1.8 Mb]