De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)
Kühn 1822
ψυχὴν τὸ ζῶον, καὶ θεῖον μόνον τῶν ἐπὶ γῆς, διὰ
τοῦτο ἄριστα τὸ σῶμα κατεσκεύασται πρὸς τὴν τῆς ψυχῆς
δύναμιν. ὅτι μὲν γὰρ ὀρθὸν ἵσταται μόνον τοῦτο τῶν
ζώων, πρόσθεν ἐδείξαμεν. ὅτι δὲ καὶ χερσὶ χρῆται μόνον
καλῶς, δέδεικται μὲν καὶ τοῦτ’ ἔμπροσθεν· ἀλλὰ καὶ νῦν
οὐδὲν ἧττον φαίνεται, εἰ τό τε κατ’ ὦμον ἄρθρον ἐπιβλέψαις
καὶ τὸ τοῦ σύμπαντος θώρακος σχῆμα καὶ τὴν τῆς κλειδὸς
γένεσιν. ἱκανὰ μὲν οὖν καὶ ταῦτα τὴν τέχνην τῆς φύσεως
ἐνδείξασθαι, πολὺ δ’ αὐτῶν ἔτ’ ἐναργέστερον δείξει
τὰ λεχθησόμενα. τί δή ποτε γὰρ οὐκ ὀρθὴν ἀπὸ τοῦ
στέρνου τὴν κλεῖν ἐπὶ τὰς ὠμοπλάτας ἐξέτεινεν, ἀλλὰ
πρὸς αὐτῇ μὲν τῇ σφαγῇ κυρτὴν μὲν τἀκτὸς, τὰ δ’ ἔνδον
κοίλην, ἐφεξῆς δ’ ἔμπαλιν ἔξωθεν μὲν ἀτρέμα κοίλην,
ἔσωθεν δὲ κυρτοτέραν; οὐ γὰρ οὖν οὐδὲ τούτων οὐδὲν εἰκῇ
καὶ μάτην ὑπὸ τῆς φύσεως ἐγένετο, ἀλλὰ τὰ μὲν πρὸς τῇ
σφαγῇ διὰ τὴν αὐτὴν τῷ στέρνῳ χρείαν ὁμοίως ἐκείνῳ
κοίλη κατὰ τὴν ἐντὸς ἐγένετο χώραν, ἐπιτήδειον παρέξουσα
εὐρυχωρίαν τοῖς ἄνωθεν κάτω καὶ τοῖς κάτωθεν ἄνω διὰ
Work
Title: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 1-366
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-2.xml [714 Kb]