De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)
Kühn 1822
διεφυσήθησάν τε καὶ, ὡς ἂν εἴποι τις, ἐζυμώθησαν. εὐλόγως
οὖν ἐγγὺς ἀλλήλων ἐγένοντο ταῖς οὐσίαις, αὐτῶν μὲν
τῶν ὄρχεων σκληροτέρων ἀποτελεσθέντων, τῶν δ’ εἰς αὐτοὺς
ἐμφυομένων ἀγγείων τῶν σπερματικῶν μαλακωτέρων. ὥστ’
οὐκ ἐδέοντο μεγάλου τοῦ συνάψοντος, ὅ κατὰ βραχὺ τῆς
θατέρου σκληρότητος ἀποχωροῦν ἐπὶ τὴν μαλακότητα θατέρου
παραγένοιτο. διότι δ’ ἐκκρεμεῖς εἰσιν οἱ τοῦ ἄῤῥενος
ὄρχεις, διὰ τοῦτο καὶ μῦς εἰς ἑκάτερον αὐτῶν εἷς ἐκ τῶν
κατὰ τὰς λαγόνας καθήκει χωρίων, ὅπως καὶ τούτοις μετείη
τῆς καθ’ ὁρμὴν κινήσεως. τί δὲ τὸ παρὰ τοῦ θήλεος σπέρμα
συμβάλλεται τῷ ἀῤῥενι, καὶ τίς ἡ φύσις ἑκατέρου, καὶ
πάνθ’ ὅσα τοιαῦτα, διὰ τῶν περὶ σπέρματος ὑπομνημάτων
ἐδείχθη. χρὴ δὲ τούτων ἐνταῦθα καταπαύειν ἤδη τὸν λόγον,
ἐν γὰρ τῷ μετ’ αὐτὸν ἡ περὶ τὰ κυούμενα σύμπασα
τέχνη τῆς φύσεως ἐπιδειχθήσεται.
Work
Title: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 1-366
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-2.xml [714 Kb]