De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)
Kühn 1822
στόματος δύνασθαι τρέφεσθαι. κατὰ μὲν οὖν τὸν ἄλλον
ἅπαντα χρόνον οὐδὲ πυρῆνα καθεῖναι δυνατὸν εἴσω τοῦ
τῶν μητρῶν αὐχένος· ἐν δὲ ταῖς ἀποκυήσεσιν ὅλον τὸ
ζῶον ἐντεῦθεν ἐξέρχεται. ὥσπερ οὖν καὶ ὁ μικρὸν ἔμπροσθεν
εἰρημένος ὑμὴν ὅτι μὲν οὖν συμφύεται τοῖς ἀγγείοις,
ἐναργῶς ὁρῶμεν, ὅπως δὲ γίνεται τοῦτο, μεῖζόν ἐστιν ἀνθρωπίνης
γνώσεως, οὕτω κᾀπὶ τῶν ὑστερῶν, ὅτι μὲν οὖν
ἀνοίγνυται τὸ στόμα τοσοῦτον, ὅσον ἱκανὸν εἶναι τοῖς ἐμβρύοις
εὐπετῆ παρασχεῖν ἔξοδον, ἅπαντες ἴσασιν, ὅπως δὲ
γίνεται τοῦτο, πλέον τοῦ θαυμάζειν οὐδὲν ἴσμεν. ἀλλ’ ἡ
φύσις καὶ ταῦτα καὶ τἄλλα σύμπαντα περὶ τὴν ἀποκύησιν
τοῦ ζώου μηχανᾶται περιττὰ σοφίσματα. καὶ γὰρ ὅπως ἐν
δέοντι σχήματι τῷ τῇς μήτρας αὐχένι πελάζοι, καὶ ὅπως
διεξέρχοιτο χωρὶς τοῦ πληγῆναί τι μέλος ἢ παραρθρῆσαι
κῶλον, οὐ σμικρὰν ἐποιήσατο πρόνοιαν, τὴν κεφαλὴν τοῦ
κυουμένου πρῶτον ἐντιθεῖσα τῷ τῆς μήτρας αὐχένι,
καὶ διὰ τούτου τοῖς ἄλλοις αὐτοῦ μορίοις ὁδοποιοῦσα.
καίτοι γε εἰ πλάγιον ἢ ἐγκάρσιον ἐπὶ τὴν ἔξοδον τὸ
ἔμβρυον, ἢ ἐκπίπτοι κατὰ μῆκος μὲν, ἀλλ’ οὐχ ὡς νῦν,
Work
Title: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 1-366
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-2.xml [714 Kb]