De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)
Kühn 1822
ἡ γὰρ τῶν πραγμάτων ὁμοιότης εἰς κοινωνίαν ἤγαγε τοὺς
λόγους αὐτῶν. ὅσον οὖν ἴδιόν ἐστι τοῦ κατ’ ἰσχίον ἄρθρου
μόνου, μηδενὶ κοινωνοῦν ἑτέρῳ διδασκαλίας, ἐν τῷδε ῥηθήσεται.
τὰ σκέλη τοῖς ζώοις ἡ φύσις ὄργανα βαδίσεως
ἐδημιούργησεν, ἵππῳ μὲν, καὶ κυνὶ, καὶ ὄνῳ, καὶ βοῒ,
καὶ τοῖς τοιούτοις ἅπασι ζώοις τέτταρα, μόνοις δ’ ἀνθρώποις
τῶν πεζῶν ζώων δύο. πιθήκῳ δ’ οὕτως ἔχει τὰ
σκέλη, ὡς ἀνθρώπῳ βρέφει, νυνὶ δὲ πρῶτον αὐτοῖς ἐπιχειροῦντι
χρῆσθαι· καὶ γὰρ δὴ καὶ τοῖς τέτταρσι κώλοις ὡς
τετράποδα βαδίζει, καὶ τοῖς προσθίοις ὥσπερ χερσὶ χρῆται.
ἀλλ’ ἄνθρωπος μὲν αὐξηθεὶς οὐκέτ’ ἐνεργεῖ τοῖς προσθίοις
κώλοις ὡς ποσὶ, πίθηκος δ’ ἐπαμφοτερίζει διὰ παντὸς,
ἐπειδὴ πρὸς ἄμφω παρεσκεύασται, πρός τε τὸ ταχέως
ἀναῤῥιχᾶσθαι τοῖς ἕρπουσι ζώοις ὁμοίως καὶ πρὸς τὸ τρέχειν
σφαλερῶς οἷα παιδίον· ἀδύνατον γὰρ ἦν αὐτῷ πρὸς
ἀμφότερα καλῶς παρεσκευάσθαι. καὶ διὰ τοῦτο τοὺς τῶν
ποδῶν δακτύλους ἐπὶ πλεῖστον ἐσχισμένους ἔσχεν ἀπ’ ἀλλήλων,
Work
Title: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 1-366
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-2.xml [714 Kb]