De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)
Kühn 1822
καί τινας τῶν κινούντων μυῶν τὴν κατὰ τὸ γόνυ
διάρθρωσιν ἄχρι πολλοῦ τῆς κνήμης κατερχομένους. οὕτω
μὲν οὖν αὐτῷ καὶ τὸ κατ’ ἰσχίον ἄρθρον ἐγγὺς μὲν ἥκει
τῆς ἀνθρώπου φύσεως, οὐ μὴν ἀκριβῶς γ’ ἐξῄκασται, καθάπερ
ἡ σύμπασα χείρ. ἀτὰρ οὖν καὶ οἱ μύες οἱ σαρκώδεις,
οἱ τὰς πυγὰς ἐργαζόμενοι, πιθήκοις μὲν ἔχουσι γελοίως,
ὥσπερ καὶ τἄλλα πάντα, μίμημα γὰρ γελοῖον ἀνθρώπου
ζῶον ἐδιδάξαμεν ὑπάρχον· ἀνθρώπῳ δὲ κάλλιστα διάκεινται
πρὸς εὐσχημοσύνην τε ἅμα τῶν ἀναγκαίων μορίων
ἄθλιπτόν τε καὶ ἄλυπον ἕδραν ἐν τῷ καθέζεσθαι. τούτους
οὖν μόνους πίθηκος ἔχει κολοβωτέρους, τὰ δ’ ἄλλα σύμπαντα
παραπλησίως ἀνθρώπῳ διάκειται. δοκίμαζε τοιγαροῦν
ἐπὶ τούτου τὸν εἰρησόμενον λόγον ὑπὲρ τῶν κινούντων
τὸ κατ’ ἰσχίον ἄρθρον μυῶν. ἐπὶ τούτου γάρ τοι καὶ
οἱ πρὸ ἡμῶν ἀνατομικοὶ τὴν διδασκαλίαν ταύτην ἐποιοῦντο
τῶν μυῶν. ἀλλ’ ὅμως, ὥσπερ ἄλλα πάμπολλα καθ’ ὅλον τὸ
σῶμα παρεῖδον, οὕτω κᾀνταῦθα μῦς ὅλους. ὑφ’ ἡμῶν δὲ
Work
Title: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 1-366
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-2.xml [714 Kb]