De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)
Kühn 1822
βαστάζον βάρος οὗ πρότερον ἀμφοτέρων ἑστώτων ἐβάσταζεν.
ἀλλ’ ἐν μὲν τῷ μεταφέρειν τὸ σκέλος οἱ κάμπτοντες
αὐτὸ πλέον ἐνεργοῦσιν· ἑστώτων δὲ, οἱ τῆς ἐκτάσεως δημιουργοὶ
μύες ἰσχυρῶς ἐντεταμένοι διαμένουσιν, ὡς, εἴ γε
καὶ σμικρὸν ὀκλάσειεν, εἰς κίνδυνον ἀφίξεται καταπτώσεως
ὅλον τοῦ ζώου τὸ σῶμα. κάμπτεται μὲν οὖν κατὰ βουβῶνα
τὸ σκέλος, ἀναφερόντων ἡμῶν αὐτὸ, καὶ εἰ διαφυλάττειν
ἐθελήσαις ἐν τῷδε τῷ σχήματι τὸ κῶλον, ἐντετάσθαι χρὴ
τοὺς κάμπτοντας μῦς· ἐκτείνεται δὲ, καταφερόντων ἐπὶ τοὔδαφος·
ἄκραν δ’ ἔκτασιν ἔχει καὶ στάσιν ἐσχάτην, ἑστώτων.
ὥστ’ εὐλόγως ἡ φύσις ἰσχυροῖς καὶ πολλοῖς καὶ μεγάλοις
μυσὶν ἐπέτρεψε τοὖργον τοῦτο· πρῶτον μὲν τῷ σκέποντι
τὸ ἄρθρον ὅλον ἐκ τῶν ὀπίσω μερῶν, ἀνάλογον
ἔχοντι τῷ κατὰ τὴν ἐπωμίδα· δεύτερον δὲ τῷ μετ’ αὐτὸν,
ὃς ἐκ μὲν τῶν ἔξω μερῶν ἁπάντων ἄρχεται τοῦ τῆς λαγόνος
ὀστοῦ, καταφύεται δ’ εἰς τὸ τοῦ μεγάλου τροχαντῆρος
ὑψηλότατον, ὀλίγον καὶ τοῦ πρόσω συνεπιλαμβάνων· τρίτον
δὲ τῷ μετὰ τοῦτον, ἐκ μὲν τῶν ἔξω τε καὶ κάτω μερῶν
Work
Title: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 1-366
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-2.xml [714 Kb]